Ancient Greek · ~6 min
Page 521
Joannes Philoponus Phil., De aeternitate mundi 521
Not analysed yet
μὴ εἶναι ἐκ τούτων τὸν οὐρανόν (τῆς γὰρ Ἀριστοτέλους διατριβῆς ὁ Θεόφραστος), καὶ ὅτι οὐδὲ οἴεται ὁ τοῦ Πλάτωνος ἐξηγητὴς τὸ πέμπτον ἀποδεδεῖχθαι στοιχεῖον, ὅτι ἔστιν, ὑπὸ Ἀριστοτέλους· ‘ὅταν γὰρ ἐκεῖνο παραστήσῃ’, φησίν, ‘ὅτι ἔστιν, τότε πρὸς ταῦτα ἐνιστάσθω’. ἀναμέσον δ' ὕδατός φησιν καὶ ἀέρος τὴν ἀτμίδα· ὁδὸς γάρ ἐστιν αὕτη ἐξ ὕδατος εἰς ἀέρα καὶ ἐξ ἀέρος εἰς ὕδωρ· πυκνουμένη μὲν γὰρ ὕδωρ γίνεται, μανουμένη δὲ ἀήρ. ἔστιν οὖν ἡ ἀτμὶς ὀσφρήσεως· ὀσφραντοὶ γὰρ οἱ ἀτμοὶ πεποιωμένοι πως ὄντες ταῖς ὀσφρανταῖς ποιότησι. καὶ μετ' ὀλίγα πάλιν ὁ αὐτὸς Ταῦρος ἐπιφέρει καὶ ταῦτα ‘ἔλαβεν δύο ἄκρα ἀντικείμενα ἀλλήλοις, πῦρ καὶ γῆν, καὶ ταῦτα βούλεται συναρμόσαι μεσότησί τισιν ἀνάλογον ἐχούσαις πρὸς ἀλλήλας καὶ πρὸς ἑκάτερον τῶν ἄκρων καὶ τίθησιν ὕδωρ καὶ ἀέρα κατὰ τὰς προειρημένας δυνάμεις τὰ αὐτά τε ἀλλήλοις συνάπτοντα καὶ τὰ ἄκρα αὐτοῖς καὶ ἀλλήλοις φησίν τε, ὅτι ὁ θεὸς ἐν μέσῳ τῶν ἄκρων τοῦ πυρὸς καὶ τῆς γῆς ἔθηκεν ἀέρα καὶ ὕδωρ καὶ συνῆψεν ἀλλήλοις, ἐφ' ὅσον ἦν δυνατόν, ἀνάλογον συνδήσας ταῖς μεσότησιν. ἐγένετο οὖν ἐκ τούτων συντεθεὶς ὁ οὐρανὸς ἁπτὸς καὶ ὁρατός· ἐκ τῶν ἄκρων ἔλαβεν τὰ αἰσθητά, ἐξ ὁρατοῦ καὶ ἁπτοῦ καὶ ὁράσεως καὶ ἁφῆς, ὧν ὅρασις μὲν κατὰ τὸ πῦρ, ἁφὴ δὲ κατὰ τὴν γῆν’. Ὁ μὲν οὖν Ταῦρος ταῦτα. καὶ ὁ Πορφύριος δὲ ἐν τοῖς πρὸς τὸν Τίμαιον ὑπομνήμασιν ἐξηγούμενος τὰ προεκκείμενα χωρία τοῦ Πλάτωνος καὶ πολλὰ εἰπὼν περὶ τοῦ ἐκ τῶν τεσσάρων στοιχείων μόνων