Ancient Greek · ~5 min
Page 524
Joannes Philoponus Phil., De aeternitate mundi 524
Not analysed yet
κοινόν, συγγενὲς δήπου τὸ τῇδε πῦρ πρὸς τὸ εἶδος τῶν οὐρανίων’. ταῦτα εἰπὼν ὁ Πρόκλος καὶ τὴν συγγένειαν ἐφεξῆς τοῦ οὐρανοῦ πρὸς τὰ στοιχεῖα δι' ἑτέρων πλειόνων κατασκευάσας ἐπήγαγεν ‘οὐκ ἄρα δεῖ καθάπερ ξένην φύσιν ἐπεισάγειν τῷ παντὶ τὴν οὐρανίαν, ἀλλ' ἐκεῖ θεμένους τὴν ἀκρότητα τῆς φύσεως τῶν τῇδε ἀπ' ἐκείνης διδόναι καὶ διὰ τῆς ἐκείνῃ συγγενοῦς καὶ τοῖς ἐνταῦθα στοιχείοις τὴν γένεσιν’. εἰ οὖν μὴ ξένη τῶν παρ' ἡμῖν στοιχείων ἡ τοῦ οὐρανοῦ φύσις ἐστίν, ὡς καὶ Πρόκλῳ δοκεῖ, ἀλλ' ἡ ἀκρότης τῶν τῇδε ἐν ἐκείνοις ἐστίν, πυρίων μὲν ὄντων τὴν φύσιν τῶν οὐρανίων, ἐχόντων δὲ καὶ τῶν ἄλλων τὰς ἀκρότητας, εἰ ταῦτα συνηγορῶν τῇ δόξῃ τοῦ Πλάτωνος ὁ τοῦ Πλάτωνος λέξει ἐξηγητής, πῶς ἐν τοῖς νῦν προκειμένοις ὥσπερ καὶ τῶν ἰδίων ἐπιλαθόμενος αὐτὸς ἑαυτῷ τὰς ἐναντίας ἀφῆκε φωνὰς τὸν οὐρανὸν λέγων ἐξῃρῆσθαι τῶν εὐθυπορουμένων σωμάτων καὶ μηδὲν εἶναι τῶν τῇδε στοιχείων, μήτε γῆν μήτε πῦρ μήτε τι τῶν μέσων; ποῦ δὲ καὶ τὸν πολὺν Πλωτῖνον θήσομεν, ὃς εἴπερ τις ἄλλος τῆς αἱρέσεως εἶναι Πλάτωνος ἀξιῶν οὐ προήκατο μὲν οὐδ' αὐτὸς τὸ πρὸς Ἀριστοτέλους ἐπεισκριθὲν τῷ παντὶ σῶμα πέμπτον, ἐξ οὗ τὰ οὐράνια συνίστησιν ἐκεῖνος, τῇ Πλάτωνος δὲ σύμφωνα δόξῃ φθεγγόμενος ἐκ τῶν τεσσάρων καὶ αὐτὸς στοιχείων τὸ οὐράνιον σῶμα συνίστησιν καὶ Πλάτωνος εἶναι τὴν δόξαν ταύτην ἀποφαίνεται; λέγει γοῦν ἐν τῷ περὶ τοῦ κόσμου λόγῳ ταῦτα ‘καίτοι