Ancient Greek · ~6 min
Page 525
Joannes Philoponus Phil., De aeternitate mundi 525
Not analysed yet
ὡσαύτως τῆς φύσεως τοῦ σώματος ῥεούσης ἀεί· τοῦτο γὰρ δοκεῖ τοῖς τε ἄλλοις τοῖς περὶ φύσεως εἰρηκόσιν καὶ αὐτῷ τῷ Πλάτωνι οὐ μόνον περὶ τῶν ἄλλων σωμάτων ἀλλὰ καὶ περὶ τῶν οὐρανίων αὐτῶν· πῶς γὰρ ἄν, φησίν, σώματα ὄντα καὶ ὁρώμενα τὸ ἀπαραλλάκτως ἕξει καὶ τὸ ὡσαύτως; συγχωρῶν καὶ ἐπὶ τούτων δηλονότι τῷ Ἡρακλείτῳ, ὃς ἔφη ἀεὶ καὶ τὸν ἥλιον γίνεσθαι. Ἀριστοτέλει μὲν γὰρ οὐδὲν πρᾶγμα εἴη, εἴ τις αὐτῷ τὰς ὑποθέσεις τοῦ πέμπτου παραδέξαιτο σώματος· τοῖς δὲ μὴ τοῦτο τιθεμένοις, τοῦ σώματος δὲ ἐκ τούτων ὄντος τοῦ οὐρανοῦ, ἐξ ὧνπερ καὶ τὰ τῇδε ζῷα, πῶς τὸ τόδε ἂν ἔχοι;’ καὶ μεθ' ἕτερα ‘τῷ μὲν οὖν Τιμαίῳ τὸ τοῦ παντὸς σῶμα πεποιηκότι πρῶτον ἐκ γῆς καὶ πυρός, ἵνα ὁρατόν τε ᾖ διὰ τὸ πῦρ, στερεὸν δὲ διὰ τὴν γῆν, ἀκολουθεῖν ἔδοξε καὶ τὰ ἄστρα ποιεῖν οὐ πᾶν ἀλλὰ τὸ πλεῖστον πυρὸς ἔχειν, ἐπεὶ τὰ ἄστρα τὸ στερεὸν φαίνεται ἔχοντα. καὶ ἴσως ὀρθῶς ἂν ἔχοι συνεπικρίναντος καὶ Πλάτωνος τῷ εἰκότι τὴν γνώμην ταύτην· παρὰ μὲν γὰρ τῆς αἰσθήσεως κατά τε τὴν ὄψιν κατά τε τὴν τῆς ἁφῆς ἀντίληψιν πυρὸς ἔχειν τὸ πλεῖον ἢ τὸ πᾶν φαίνεται, διὰ δὲ τοῦ λόγου ἐπισκοποῦσιν, εἰ τὸ στερεὸν ἄνευ γῆς οὐκ ἂν γένοιτο, καὶ γῆς ἂν ἔχοι. ὕδατος δὲ καὶ ἀέρος τί ἂν δέοιτο; ἄτοπόν τε γὰρ δόξειεν ὕδατος εἶναι ἐν τοσούτῳ πυρί, ὅ τε ἀήρ τε εἰ ἐνῇ,