Ancient Greek · ~6 min
Page 526
Joannes Philoponus Phil., De aeternitate mundi 526
Not analysed yet
μεταβάλοι ἂν εἰς πυρὸς φύσιν. ἀλλ' εἰ δύο στερεὰ ἄκρων λόγον ἔχοντα δύο μέσων δεῖται, ἀπορήσειεν ἄν τις, εἰ καὶ ἐν φυσικοῖς οὕτως’. καὶ ὁ Πλωτῖνος ἄρα σαφῶς τῇ μὲν Ἀριστοτέλους περὶ τοῦ πέμπτου σώματος ἀπείρηκεν ὑπολήψει, τὴν δὲ Πλάτωνος καλῶς ἔχειν ἐπέκρινεν ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν καὶ τὰ τῇδε ζῷα συνέστηκεν, καὶ τὸν οὐρανὸν συγκεῖσθαι λέγουσαν. καὶ ἐν τοῖς ἑξῆς δὲ πάλιν ὁ Πλωτῖνος ἐδίδαξεν, ὡς οὔτε ἄλλο τι νομιστέον ἢ πυρὸς εἶναι καὶ τῶν λοιπῶν στοιχείων τὰ οὐράνια σώματα οὔτε γῆν ἀκούοντας ἐν ἐκείνοις εἶναι πρὸς τὸ χεῖρον τῆς γῆς ἀποφέρεσθαι ἢ φλόγα νομίζειν ἐκεῖνο τὸ πῦρ· ζέσιν γὰρ εἶναι τοῦτο κατὰ Ἀριστοτέλην φησὶν ὁ Πλωτῖνος καὶ οἱονεὶ πῦρ διὰ κόρον ὑβρίζον καὶ οὐχὶ τὸ στοιχειῶδές τε καὶ ζωτικὸν πῦρ· τὸ δὲ ἐκεῖ φησιν πῦρ ὁμαλὸν εἶναι καὶ ἠρεμαῖον τῇ τῶν ἄστρων πρέπον φύσει καὶ προσηνῶς θερμόν· τὴν γὰρ τῶν στοιχείων καθαρωτάτην μάλιστα καὶ εἰλικρινεστάτην μοῖραν εἰς τὴν τοῦ οὐρανίου σώματος ἀποκριθῆναι σύστασιν, ὡς μήτε ἔκφυλον καὶ ξένην τῶν παρ' ἡμῖν στοιχείων τὴν τοῦ οὐρανίου σώματος εἶναι φύσιν μήτε ἀπαραλλάκτως τοιοῦτον εἶναι τὸ ἐκεῖ πῦρ ἢ τὴν γῆν ἢ τῶν ἄλλων τι, ἀλλὰ παρ' ἡμῖν μὲν τὸ τρυγῶδες καὶ οἱονεὶ τὴν ὑποστάθμην τῶν στοιχείων ἀπορρεῦσαι, ἐκεῖσε δὲ τὴν λεπτομερεστάτην αὐτῶν καὶ ἀμείνονα διακριθῆναι μοῖραν· ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φησὶν ὁ Πλωτῖνος, ἐν τοῖς κυριωτάτοις αὐτῶν