Ancient Greek · ~5 min
Page 528
Joannes Philoponus Phil., De aeternitate mundi 528
Not analysed yet
λιπὼν τάδε διανοηθείς, πρῶτον μὲν ἵν' ὅλον ὅτι μάλιστα ζῷον τέλεον ἐκ τελέων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτ' ἄν, ἔτι δ' ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν, ὡς ξυστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάντα, ὅσα δυνάμεις ἰσχυρὰς ἔχει, περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύσεις καὶ νόσους καὶ γῆρας ἐπάγοντα φθίνειν ποιεῖ. διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ὅλον ἐξ ὅλων ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο’. εἰ οὖν ὅλον ἐξ ὅλων θερμῶν τε καὶ ψυχρῶν καὶ τῶν ἄλλων, ὅσα δυνάμεις ἰσχυρὰς ἔχει, ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδὲ δύναμιν τούτων ἔξωθεν καταλιπών, ἵνα μὴ ὑπ' αὐτῶν πάθῃ προσπιπτόντων ἀκαίρως ἔξωθεν, παντὶ δῆλον, ὡς ταῖς αὐταῖς ποιότησιν, αἷς τὰ παρ' ἡμῖν εἰδοπεποίηται στοιχεῖα, καὶ τὰ τὸν οὐρανὸν σύνθετα στοιχεῖα χαρακτηρίζεσθαι ὁ Πλάτων βούλεται· εἰ γὰρ μὴ ὁμοειδῆ καὶ ὁμόυλα ἦν τοῖς ἐνταῦθα στοιχείοις τὰ οὐράνια, οὐδ' ἂν ἐπεφύκει ὑπ' αὐτῶν πάσχειν ἔξωθεν προσπιπτόντων· νῦν δὲ ἐπειδὴ πάσχειν ὑπὸ τῶν δραστηρίων τούτων δυνάμεων πέφυκεν, ἵνα μὴ πάθῃ, οὐδὲν ἔξωθεν, φησίν, τοῦ οὐρανοῦ καταλέλοιπεν ὁ θεὸς οὔτε μέρος στοιχείου οὔτε δύναμιν· πάσχειν δὲ ὑπ' ἀλλήλων τὰ μὴ ὁμόυλα μήτε ὁμοφυῆ ἀδύνατον, ὡς τοῖς φυσικοῖς ἀποδέδεικται. ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐν τοῖς εἰς τὸ ἕκτον ἀκριβέστερον εἴρηται καὶ δεῖ γε ἐκεῖθεν πάντα ἐκλέγεσθαι.