Ancient Greek · ~5 min
Page 529
Joannes Philoponus Phil., De aeternitate mundi 529
Not analysed yet
ζιʹ. Ὅτι δὲ οὐδ' εἶναί τι παρὰ τὰ τέτταρα ταῦτα ἁπλοῦν σῶμα ἐνδέχεσθαί φησιν ὁ Πλάτων, αὐτοῦ λέγοντος ἔξεστιν ἀκούειν· φησὶν γὰρ πάλιν ἐν Τιμαίῳ ταῦτα ‘δεῖ δὴ λέγειν, ποῖα κάλλιστα σώματα γένοιτ' ἂν τέτταρα, ἀνόμοια μὲν ἑαυτοῖς, δυνατὰ δὲ ἐξ ἀλλήλων αὐτῶν ἄττα διαλυόμενα γίνεσθαι· τούτου γὰρ τυχόντες ἔχομεν τὴν ἀλήθειαν γενέσεως πέρι γῆς καὶ πυρὸς τῶν τε ἀνάλογον ἐν μέσῳ· τόδε γὰρ οὐδενὶ συγχωρησόμεθα, καλλίω τούτων ὁρώμενα σώματα εἶναί που κατὰ ἓν <γένος> ἕκαστον ὄν. τοῦτο οὖν προθυμητέον, τὰ διαφέροντα κάλλει σωμάτων τέτταρα γένη ξυναρμόσασθαι καὶ φάναι τὴν τούτων ἡμᾶς φύσιν ἱκανῶς εἰληφέναι’. εἰ οὖν μηδενί φησιν συγχωρεῖν ὁ Πλάτων κάλλιον λέγειν εἶναί που τῶν τεττάρων τούτων σῶμα ἁπλοῦν (τοῦτο γὰρ αὐτῷ δηλοῖ τὸ ‘καθ' ἓν γένος’, ἵνα μὴ τὸ οὐράνιόν τις σῶμα ὡς κάλλει διαφέρον τῶν στοιχείων προφέρῃ· τοῦτο γὰρ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον ἐκ τῶν τεσσάρων στοιχείων κατ' αὐτὸν συνέστηκεν), δῆλον ἐκ τούτων οἶμαι παντί, ὡς οὐ μόνον τέσσαρα καὶ μόνον εἶναι σώματα τά, ἐξ ὧν πᾶς ὁ κόσμος συνέστηκεν, βούλεται ἀλλ' οἱονεὶ καὶ μαντικῶς προανῄρηκεν τὴν ὑπ' Ἀριστοτέλους τῷ παντὶ μέλλουσαν τοῦ πέμπτου σώματος ἐπεισάγεσθαι φύσιν. τάχα δ' ἄν τις ἀληθέστερον εἰπεῖν ἔχοι, ὡς ἤδη τοῦ ἰδίου μαθητοῦ προαισθόμενος ἐν ταῖς κοιναῖς οἷα φιλεῖ συνουσίαις ἀντειπόντος αὐτῷ καὶ μὴ συγχωροῦντος ἐκ τῶν τεσσάρων στοιχείων τὸν