Ancient Greek · ~5 min
Page 532
Joannes Philoponus Phil., De aeternitate mundi 532
Not analysed yet
εὐθυγράμμων καὶ ὁμοειδῶν ἐπιπέδων συνισταμένων στερεῶν σχημάτων, κύβου πυραμίδος ὀκταέδρου τε καὶ εἰκοσαέδρου καὶ δωδεκαέδρου (ταῦτα γὰρ μόνα ἁπλᾶ στερεὰ εἶναι σχήματα τοῖς περὶ ταῦτα δεινοῖς ἀποδέδεικται), γεωμετρικώτατος ὢν ὁ Πλάτων καὶ μηδὲ ἐν τῇ τῶν φυσικῶν διδασκαλίᾳ τῆς κατὰ γεωμετρίαν μεθόδου ἐκτὸς εἶναι βουλόμενος καὶ συμβολικώτερον ἐξ ἐπιπέδων τὰ τῶν στοιχείων γεννῶν σώματα τὸ μὲν κυβικὸν σχῆμα τῇ γῇ ἀφορίζει, τὴν δὲ πυραμίδα τῷ πυρί, τὸ εἰκοσάεδρον τῷ ὕδατι, τὸ ὀκτάεδρον τῷ ἀέρι. λειπομένου δὲ ἔτι τοῦ δωδεκαέδρου σχήματος τούτῳ, φησὶν ὁ Πλάτων, εἰς τὸ πᾶν ὁ θεὸς κατεχρήσατο. ὁ μὲν οὖν Πλάτων εἰς τοσοῦτον περὶ τούτου τοῦ σχήματος εἴρηκεν, ὅτι εἰς τὸ πᾶν αὐτῷ ὁ θεὸς κατεχρήσατο, οἱ δὲ τὸ ἑαυτοῖς δοκοῦν πανταχόθεν καὶ οὐ τὸ ἀληθὲς συνάγειν μηχανώμενοι διὰ τοῦ δωδεκαέδρου φασὶν σχήματος τὴν πέμπτην αὐτὸν τοῦ στοιχείου φύσιν αἰνίττεσθαι, ἐξ ἧς τὰ οὐράνια γεγονέναι σώματα· ὥστε πρὸ Ἀριστοτέλους, φασίν, ὁ Πλάτων τὸ πέμπτον στοιχεῖον ἐγίνωσκεν. καίτοι γε Πλάτων οὐκ εἰς τὴν τῶν οὐρανίων δημιουργίαν τῷ δωδεκαέδρῳ φησὶν τὸν θεὸν καταχρήσασθαι ἀλλ' εἰς τὸ πᾶν, τουτέστιν εἰς τὸν ὅλον κόσμον· φησὶν γὰρ ἐν Τιμαίῳ ἐπὶ λέξεως ταῦτα ‘ἔτι δὲ οὔσης ξυστάσεως μιᾶς πέμπτης εἰς τὸ πᾶν ὁ θεὸς αὐτῇ κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν. ἃ δή τις εἰ πάντα λογιζόμενος ἐμμελῶς ἀποροῖ, πότερον ἀπείρους χρὴ κόσμους εἶναι