Ancient Greek · ~5 min
Page 531
Joannes Philoponus Phil., De aeternitate mundi 531
Not analysed yet
ἃς ἐν τοῖς ἁπλοῖς ἰδεῖν οὐκ ἔστιν; διὰ ταῦτα τοίνυν ὁ Πλάτων οὐκ εἶπεν οὕτως ἁπλῶς ὅτι ‘καλλίω τούτων οὐδενὶ συγχωρήσομεν ὁρώμενα σώματα εἶναί που’, ἀλλ' ἀκριβῶς προσέθηκεν ‘κατὰ ἓν γένος ἕκαστον’, τουτέστιν ἁπλοῦν καὶ ἄμικτον πρὸς ἕτερον, ἵνα μή τις τὰ ἐκ τούτων συγκείμενα εἰς ἔλεγχον προφέρῃ τοῦ λόγου, ὧν εἶναι καὶ τὸν οὐρανὸν ὁ Πλάτων βούλεται. τούτων οὖν οὕτως ἀποδεδειγμένων καὶ ὑπὸ τοσούτων Πλατωνικῶν ἀνδρῶν μεμαρτυρημένων τίς οὐκ ἂν ὑπερεκπλαγείη τὴν ὑπερβολὴν τῆς ἀναιδείας, ὅπερ τοῦ λόγου καταρχόμενος ἔλεγον, τῶν τολμησάντων εἰπεῖν, ἢ ὅτι οὐκ ἐκ τῶν τεσσάρων στοιχείων σύνθετον εἶναί φησιν τὸν οὐρανὸν ὁ Πλάτων ἀλλ' οἶδεν καὶ αὐτὸς τὴν ὑπ' Ἀριστοτέλους ἐπινοηθεῖσαν τοῦ πέμπτου σώματος φύσιν, ἢ πάλιν τῶν συγχωρούντων μὲν ἐκ τῶν τεσσάρων στοιχείων λέγειν αὐτὸν συνεστάναι τὰ οὐράνια, μὴ τῷ θερμῷ δὲ τὸ οὐράνιον πῦρ χαρακτηρίζειν Πλάτωνα ἢ τῷ ψυχρῷ τὸ ὕδωρ καὶ ἁπλῶς εἰπεῖν τῶν ἐν τῷ οὐρανῷ στοιχείων ἕκαστον, αἷς καὶ τὰ παρ' ἡμῖν στοιχεῖα ποιότησιν χαρακτηρίζεσθαι. ηιʹ. Ἀλλὰ γὰρ ἵνα μηδὲν τῶν ὑπ' αὐτῶν κομψῶς εἰς παρεξήγησιν τῆς Πλάτωνος διανοίας ἀναπεπλασμένων ἀνέλεγκτον καταλείπωμεν, μικρὸν ἔτι συγγνῶναι ἡμῖν τῇ περὶ ταῦτα ἐνδιατρίβουσιν ἀδολεσχίᾳ τοὺς ἐντυγχάνοντας ἀξιῶ. πέντε γὰρ ὄντων τῶν ὑπὸ