Ancient Greek · ~5 min
Page 534
Joannes Philoponus Phil., De aeternitate mundi 534
Not analysed yet
ἄπειροι, καὶ οἵ γε περὶ Δημόκριτον ἀπείρους εἶναι κόσμους ὑπέθεντο, φησὶν ὁ Πλάτων, ὅτι, εἴπερ ὅλως ἀπορεῖν περὶ τούτου δέοι, οὐκ ἀπορητέον, εἰ ἄπειροί εἰσιν οἱ κόσμοι (ἀπείρου γὰρ ὄντως φησὶν τοῦτο καὶ οὐκ ἐπιστήμονος ἀνδρὸς ἂν εἴη τὸ πρόβλημα), ἀλλὰ μή ποτε πέντε εἰσὶν οἱ κόσμοι διὰ τὸ πέντε εἶναι τὰ ἁπλᾶ στερεὰ σχήματα ἑκάστου κόσμου καθ' ἕν τι τῶν σχημάτων χαρακτηριζομένου, ὥσπερ ἀμέλει τὸν κατὰ τὸ δωδεκάεδρον ἐχαρακτήρισεν· ὅπερ οὐδὲ αὐτῷ δοκεῖ τῷ Πλάτωνι· ἕνα γὰρ μονογενῆ τὸν κόσμον εἶναι βούλεται. πρὸς δὲ τούτοις καὶ τοῦτο καλῶς τοῖς προϋπομνηματισαμένοις ἔδοξεν ἐξ αὐτῶν κινουμένοις τῶν Πλάτωνος, ὡς καὶ τούτῳ ἂν τῷ κόσμῳ ἁρμόσειεν ἡ τῶν πέντε σχημάτων εἰκών. τὸ μὲν γὰρ κυβικὸν σχῆμα συμβολικῶς τῇ γῇ ἠφόρισται διὰ τὸ στάσιμον αὐτῆς καὶ ἀμετακίνητον· τοιοῦτος γὰρ ὁ κύβος ἑδραίαν ἔχων τὴν βάσιν καὶ οὐκ εὐόλισθον· ἔστιν δὲ ὁ κύβος σχῆμα στερεὸν ἐξ ἐπιπέδων τετραγώνων ἓξ περιεχόμενον ἀλλήλοις ἐφαρμοζόντων κατὰ <τὰ> πέρατα. ἡ δὲ πυραμὶς εἰκόνα ἂν φέρει πυρός· ἔστιν δὲ καὶ αὕτη σχῆμα στερεὸν ἐκ τεσσάρων τριγώνων ἰσοπλεύρων τε καὶ ἰσογωνίων συγκείμενον, τὸ μὲν ἓν τῶν τριγώνων βάσιν ἔχον, τὰ δὲ λοιπὰ πλευρὰς εἰς ἓν σημεῖον συννενευκότα, ὃ τῆς πυραμίδος κορυφὴ γίνεται. τῷ δὲ πυρὶ τοῦτο τὸ σχῆμα Πλάτων ἀφώρισεν ἴσως μὲν καὶ διὰ τὸ τμητικόν τε καὶ διιτητικὸν τῆς τοῦ πυρὸς φύσεως (ἀπὸ γὰρ πλατέος