Ancient Greek · ~5 min
Page 535
Joannes Philoponus Phil., De aeternitate mundi 535
Not analysed yet
κάτωθεν ἀρχομένη ἡ πυραμὶς εἰς ὀξύτατον τὴν κορυφὴν ἀποπαύεται, τμητικὸν δὲ τὸ ὀξὺ καὶ διιτητικόν), ἴσως δὲ καὶ διὰ τὸ ἀνωφόρον (ἄνω γὰρ ἡ τῆς πυραμίδος κορυφὴ νένευκεν), τάχα δὲ καὶ διὰ τὸ τὸ σχῆμα τοῦ διακονικοῦ πυρὸς πυραμοειδές πως ὑπάρχειν. τὸ δὲ εἰκοσάεδρον, ὅπερ ἐστὶν σχῆμα στερεὸν ἐξ εἴκοσι τριγώνων περιεχόμενον, τῷ ὕδατι προσῳκείωσεν διὰ τὸ εὐόλισθον τῆς τοῦ ὕδατος φύσεως· ἔστιν γὰρ τὸ σχῆμα τοῦτο ἔγγιον σφαίρας· ἡ δὲ σφαῖρα κατὰ σημεῖον τοῦ ἐπιπέδου ἁπτομένη εὐόλισθός ἐστιν· οὐκοῦν καὶ τῶν εὐθυγράμμων τὸ ἔγγιον σφαίρας μᾶλλον τῶν ἄλλων εὐόλισθον. ἔγγιον δὲ σφαίρας τὸ πολυγωνιώτερον· πολυγωνιώτερον δὲ τῶν ἄλλων τὸ εἰκοσάεδρον· πλείονας γὰρ ἔχον τὰς ἕδρας, εἰ καὶ μὴ κατὰ σημεῖον τοῦ ἐπιπέδου ἅπτεται, ἀλλ' ἐλάττονι γοῦν μέρει πάντως τῶν ἄλλων ἰσοπεριμέτρων ἧττον τῆς ὑποκειμένης ἐφάπτεται χώρας καὶ διὰ τοῦτο τῶν ἄλλων ἐστὶν ὀλισθηρότερον. τὸ δὲ ὀκτάεδρον τῷ ἀέρι προσένειμεν. νοείσθω δὲ τόδε τὸ σχῆμα τὸν τρόπον τοῦτον· ὑποκείσθω τις βάσις τετράγωνος, ἀπὸ δὲ τῶν τεσσάρων ταύτης πλευρῶν τέσσαρα τρίγωνα ἀνεστάτω ἀφ' ἑκάστης ἓν καὶ συννευέτω εἰς μίαν κορυφήν, τουτέστιν εἰς ἓν καὶ ταὐτὸ σημεῖον· τὸ αὐτὸ δὲ καὶ εἰς τὰ ἀντικείμενα τῆς βάσεως νοείσθω γινόμενον· συστήσεται οὖν ἐκ τούτων σχῆμα στερεὸν ἐξ ὀκτὼ τριγώνων συγκείμενον, ἅπερ κατὰ μὲν τὸ μέσον ἐφαρμοζούσας ἀλλήλαις ἔχουσι τὰς βάσεις τὰ ὑποκάτω τρίγωνα τοῖς ἄνω, κατὰ δὲ τὰ πέρατα τὰς κορυφὰς