Ancient Greek · ~5 min
Page 545
Joannes Philoponus Phil., De aeternitate mundi 545
Not analysed yet
τὴν ἀφορμὴν πᾶσαν καὶ τὴν ἰσχὺν τοῦ συλλογίσασθαι ἀγένητον εἶναι τὸν κόσμον ἐν τῷ προκειμένῳ ἐπιχειρήματι οὐδαμόθεν ἔσχεν, εἰ μὴ ἐκ τοῦ λαβεῖν πάλιν, ὡς ἡ ὕλη ἀγένητός ἐστιν καὶ ἄφθαρτος· κἂν γὰρ ταῖς ἄλλαις ἁπάσαις ὑποθέσεσι συγχωρήσωμεν οὐ μόνον ὡς Πλάτωνι δοκούσαις ἀλλὰ καὶ ὡς ἀληθέσι, ἔτι δὲ καὶ οἷς αὐτὸς ὁ Πρόκλος ἐκ τῶν εἰλημμένων Πλάτωνος ὑποθέσεων συλλελόγισται, μόνῳ δὲ τῷ τὴν ὕλην ἀίδιον εἶναι μὴ συγχωρήσωμεν διὰ τὸ μήτε Πλάτωνι μήτε τῇ ἀληθείᾳ δοκεῖν τῶν λόγων τῶν ἀίδιον εἶναι τὴν ὕλην κατασκευαζόντων ἐν τῷ ἑνδεκάτῳ λόγῳ ἐληλεγμένων, οὐκέτι τὸ ἀγένητον εἶναι τὸν κόσμον τῶν λοιπῶν κειμένων ὑποθέσεων συμβήσεται· ἅμα μὲν γὰρ τῷ τὴν ὕλην ὑποστῆναι εὐθὺς καὶ τὰ ἴχνη τῶν εἰδῶν ἐν αὐτῇ γέγονε καὶ ἡ τάξις, καὶ οὐδὲν τούτων οὔτε πρότερόν ἐστιν οὔθ' ὕστερον, ἀρχὴν δὲ τῆς ὕλης ἐχούσης ἀρχὴν ἕξει καὶ ἡ τάξις καὶ ὁ κόσμος. ὅτι μὲν οὖν, εἴ τις τὰς εἰρημένας ὑποθέσεις ὑπόθοιτο (πρῶτον μὲν τὴν ἀνείδεον εἶναι ὕλην, εἶτα τὰ ἴχνη τῶν εἰδῶν ἐν αὐτῇ ὑφίστασθαι, ἐξ ὧν γίνεται τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, εἶτα λοιπὸν τὸ ἄτακτον εἰς τάξιν ἄγεσθαι), ψεῦδός τε ὑποτίθεται καὶ καλῶς ὁ Πρόκλος τοῖς ἐλέγχοις ἐχρήσατο, καὶ ἡμεῖς ὁμολογοῦμεν· οὐ τὸ ἐλέγξαι δὲ τὰς ὑποθέσεις ταύτας τοῦτ' ἔστιν δεῖξαι, ἢ ὅτι οὐχὶ ταῦτα οὕτως ὁ Πλάτων ὑπέθετο ἢ ὅτι οὐ γεγο-