Ancient Greek
Page 544
Joannes Philoponus Phil., De aeternitate mundi 544
Not analysed yet
εἴδη ἐπιγίνεται· εἰ γὰρ καὶ τῇ ἐπινοίᾳ ταῦτα διακέκριται, ἀλλ' οὖν ὁ θεὸς ἅμα πάντα ὑφίστησιν, ὥσπερ ἅμα τε σῶμά ἐστιν καὶ πεποιωμένον σῶμα καίτοι τῆς ποιότητος ἑτέρας οὔσης τῷ ἰδίῳ λόγῳ τοῦ σώματος. ταῦτα συλλογισάμενος ὁ Πρόκλος καὶ λαβὼν πάλιν, ὡς ἡ ὕλη ἀγένητός ἐστιν, τουτέστιν ἀρχὴν οὐκ ἔχει τοῦ εἶναι, ὅπερ Πλάτων οὐδαμοῦ λέγων φαίνεται, εἰκότως συνάγει, ὡς, εἴπερ ἅμα πάντα ἐστίν, ἡ ὕλη, τὰ ἴχνη τῶν εἰδῶν, ἡ τάξις, ἡ δὲ ὕλη ἀγένητός ἐστιν καὶ ἄφθαρτος, καὶ ἡ τάξις ἄρα, τουτέστιν ἡ κοσμοποιία, ἀγένητός ἐστιν καὶ ἄφθαρτος. τοιαύτη τίς ἐστιν πᾶσα ἡ τοῦ προκειμένου λόγου οἰκονομία καὶ μέθοδος. βʹ. Τὰ μὲν οὖν πρὸ τούτου ἐπιχειρήματα πάντα, εἰ καὶ τὰς ἀρχὰς καὶ προτάσεις τῶν συλλογισμῶν ὡς δοκούσας ἁπλῶς ἐλάμβανεν Πλάτωνι, ἀλλ' οὖν εἴχοντό πως καὶ τῶν κοινῇ δοκούντων αἱ ὑποθέσεις, οἷον τὸ ἐκ τῆς ἀγαθότητος τοῦ θεοῦ, δι' ἣν πάντα ποιεῖ, ἀίδιον εἶναι τὸν κόσμον συλλογίζεσθαι, τὸ ἐκ τοῦ τὸ τοῦ κόσμου παράδειγμα αἰωνίως τῷ δημιουργῷ συνυπάρχειν καὶ πρὸς εἰκόνα λέγεσθαί τε καὶ εἶναι τὸ παράδειγμα τὸ δεῖν τὸν θεὸν ἀεὶ ἐνεργείᾳ εἶναι δημιουργόν, καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον· τὸ δὲ προκείμενον οὐδεμιᾶς ὅλως ἐχόμενον ὑποθέσεως τὸ πιθανὸν ἢ πιστὸν οἴκοθεν ἐχούσης οὐ πολλὴν ἡμῖν κινεῖ φροντίδα εἰς τὸ ἀπελέγχειν, ὅπῃ τε καλῶς ἔχῃ καὶ ὅπῃ μὴ συλλελόγισται. εἰδέναι μέντοι δεῖ, ὡς