Ancient Greek · ~6 min
Page 547
Joannes Philoponus Phil., De aeternitate mundi 547
Not analysed yet
μενον, ἐξ οὗ τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, ἐποίησε· πᾶν γάρ, φησὶν ὁ Πλάτων, ὅσον ἦν ὁρατόν, παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας. τὰ δὲ ὁρατὰ τί ἂν εἴη’, φησὶν ὁ Πορφύριος, ‘ἢ σώματα; ἡ γὰρ ὕλη ἀειδὴς καὶ ἄμορφος κατ' αὐτὸν Πλάτωνα καὶ μόγις νόθῳ λογισμῷ λαμβανομένη. κἂν τὰ ἴχνη δὲ τῶν εἰδῶν ἡ ὕλη δεξαμένη νοῆται, ἐπειδὴ τὰ ἴχνη τῶν εἰδῶν οὔπω εἴδη δηλονότι, ἔτι αὐτὴν ἀσώματόν τε καὶ ἀνείδεον ὑπονοεῖν ἀνάγκη, ὡς καὶ τὰ ἴχνη καὶ ἡ σκιαγραφία τῆς Σωκράτους εἰκόνος οὔπω Σωκράτους ἐστὶν εἰκών. εἰ δὲ καὶ τὰ ἴχνη δεξαμένη ἔτι ἐστὶν ἀσώματος καὶ διὰ τοῦτο ἀόρατος ἅτε δὴ μήπω σωματωθεῖσα, τὸ δὲ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ὁρατὸν εἶναί φησιν ὁ Πλάτων, οὐκ ἄρα τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον τὴν ὕλην εἶναί φησιν ὁ Πλάτων τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην, τὰ σώματα δὲ μᾶλλον τὰ μήπω τῆς προσηκούσης τάξεως’. εἰ μὲν οὖν ταῦθ' οὕτω διακεκρίσθαι κατὰ χρόνον ὁ Πλάτων ἔλεγεν, λέγω δὴ τά τε σώματα τὰ ἐξ ὧν ὁ κόσμος καὶ τὴν ἐπ' αὐτοῖς τάξιν, οὐδεὶς ἂν οἶμαι τὸν λόγον νοῦν ἔχων ἀπεδέξατο· ἅμα γὰρ ὑφίστησιν ὁ θεὸς μετὰ τῆς προσηκούσης τάξεως ἕκαστον. εἰ δὲ διδασκαλίας χάριν, ᾗ φησιν ὁ Πορφύριος, ταῦτα ὑπέθετο, ἐφ' ᾧ συνιδεῖν, τί μὲν αὐτὰ καθ' αὑτὰ ἀπὸ τῆς ἰδίας ἔχει τὰ σώματα φύσεως καὶ αὐτῆς δηλονότι τῆς φύσεως αὐτῶν θεόθεν παρασχεθεί-