Ancient Greek · ~6 min
Page 548
Joannes Philoponus Phil., De aeternitate mundi 548
Not analysed yet
σης, τί δὲ ἀπὸ τοῦ τάξαντος αὐτὰ θεοῦ προσγίνεται, οὐδὲν μὲν ἴσως ἔγκλημα ὁ λόγος ἕξει, οὐκ ἐντεῦθεν δέ, ὡς ἂν οἰηθείη τις, συνάγεται τὸ ἄναρχον εἶναι κατὰ Πλάτωνα τὸν κόσμον σαφῶς ἐκείνου γενέσεως ἔχειν αὐτὸν ἀρχὴν εἰπόντος καὶ πρὶν γενέσθαι μὴ εἶναι καί, ἐπείπερ ἐγένετο, μήτε ἄλυτον εἶναι πάμπαν μήτε ἀθάνατον, εἰ καὶ ἐπίκτητον καὶ ἐπισκευαστὴν παρὰ τοῦ θεοῦ τὴν ἀθανασίαν λαμβάνοι· ἐπεὶ καὶ πόλιν ἐπισκευαζομένην ἀθάνατον διαμένειν ἐνδέχεται. καὶ τὸ πανταχοῦ δὲ ταῦτα περὶ τῆς τοῦ κόσμου γενέσεως λέγειν Πλάτωνα καὶ τὸ κατὰ φύσιν αὐτὸν εἶναι λύσεως δεκτικόν, μηδαμοῦ δὲ μηδὲ ψιλὸν ἀφεῖναι ῥῆμα, ὡς ἢ ἀγένητος εἴη ὁ κόσμος ἢ ἀρχὴν τοῦ εἶναι οὐκ ἔχει ἢ κατὰ φύσιν ἄφθαρτος εἴη ἢ ἕτερόν τι τοιοῦτο παραπλήσιον, πῶς οὐ μεγίστην ἔχει τῆς Πλάτωνος διανοίας ἀπόδειξιν τὸ γενητὸν εἶναι κατὰ χρόνον οἴεσθαι, τουτέστιν τῇ τοῦ χρόνου γενέσει συνάρξασθαι οὐκ ὄντος ἀιδίου τοῦ χρόνου; χρόνον γάρ φησιν μετ' οὐρανοῦ γεγονέναι, ἵν' ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν τις αὐτῶν λύσις γένηται. εἰ γὰρ καὶ ἐν Τιμαίῳ ἅτε δὴ περὶ τοῦ κόσμου διδάξαι προθέμενος διδασκαλίας <χάριν>, ὥς φασιν, γένεσιν αὐτοῦ ὑπέθετο, τί δήποτε, εἰ καὶ ἐν πολιτικῷ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν τὰ αὐτὰ περὶ τῆς τοῦ κόσμου λέγει γενέσεως, οὐδαμοῦ δὲ κατ' οὐδένα τρόπον ὡς ἀγένητος εἴη ἐδίδαξεν; ἀλλ' ἐπειδὴ ταῦθ' ἡμῖν ἐντελέστερον ἐν τῷ ἕκτῳ εἴρηται λόγῳ καὶ μᾶλλον τῆς ἐκ τῶν