Ancient Greek · ~6 min
Page 554
Joannes Philoponus Phil., De aeternitate mundi 554
Not analysed yet
νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται· ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τε ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν ἔστιν τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει’· καὶ μετ' ὀλίγα ‘περὶ μὲν οὖν τούτων τάχα ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι. χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵν' ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ παράδειγμα πάντα αἰῶνά ἐστιν, ὁ δ' αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος’. εἰ οὖν ὡμοιῶσθαι ὁ Πλάτων φησὶν τὸν κόσμον τῷ παραδείγματι, διότι, ὡς ἐκεῖνο πάντα αἰῶνά ἐστιν, οὕτως ἀνὰ πάντα τὸν χρόνον ὁ κόσμος, εἰ μὲν δεικνύειν ἔχει τις, ὡς ἄπειρον ἐφ' ἑκάτερα τὸν χρόνον εἶναι ὁ Πλάτων βούλεται, συγχωροῦμεν μὴ ἄλλως ὡμοιῶσθαι τῷ ἰδίῳ παραδείγματι τὸν κόσμον, εἰ μὴ ἐφ' ἑκάτερα τοῦ χρόνου ἔχοι τὸ ἄπειρον· ἀπείρου γὰρ ὄντος τοῦ χρόνου οὐκ ἔσται πάντα τὸν χρόνον ὁ κόσμος, εἰ ἀρχὴν μὲν ἔχει τοῦ εἶναι, τέλος δὲ μή· λαβὼν γὰρ ὁ Πρόκλος τὸ εἶναι τὸν χρόνον ἐφ' ἑκάτερα ἄπειρον ῥᾳδίως τὸν παραλογισμὸν ὕφηνεν· ‘τί’ γάρ, φησίν, ‘ταῦτα, σκόπει, πότερον τὸ κατὰ τὸν