Ancient Greek · ~5 min
Page 553
Joannes Philoponus Phil., De aeternitate mundi 553
Not analysed yet
ματι, ἐκεῖνο δὲ εἶναι αἰώνιον. ἀνάγκη οὖν αὐτὸν καὶ ἄναρχον εἶναι τὸν κόσμον καὶ ἀτελεύτητον οἴεσθαι· οὕτω γὰρ μόνως ἐφάνη κατὰ τὸ ἀεί τῷ ἰδίῳ παραδείγματι ὁ κόσμος ὁμοιούμενος. βʹ. Ἀλλ' οἶμαί γε, εἴ τις ἀκριβῶς καὶ αὐτοῖς ἐπισκήψειε τοῖς Πλάτωνος ῥήμασιν καὶ τοῖς νῦν ὑπὸ τοῦ Πρόκλου εἰρημένοις, εὑρήσει κἀνταῦθα αὐτὸν μὲν ἑαυτῷ σύμφωνον Πλάτωνα, τὸν δὲ τοῦ Πλάτωνος ἐξηγητὴν παρακρουόμενον μᾶλλον ἡμᾶς ἢ τὴν διάνοιαν ἡμῖν τὴν Πλάτωνος σαφηνίζοντα· ἔσται δὲ τοῦτο σαφὲς αὐτὰ πρῶτον ἀναγνοῦσι τὰ περὶ τοῦ προκειμένου Πλάτωνος ῥήματα· συστήσας γὰρ ἐν Τιμαίῳ τὸν κόσμον καὶ ψυχὴν αὐτῷ ἐνθεὶς καὶ τὴν προσήκουσαν κινήσας κίνησιν ἐπιφέρει ταῦτα ‘ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῷον ἐνόησεν τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι· καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησεν τοιοῦτον ἀποτελεῖν. ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν αἰώνιος, καὶ τοῦτο μὲν δὴ τῷ γενητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκόνα δὲ ἐπενόει κινητόν τι αἰῶνος ποιῆσαι καὶ διάκοσμον ἅμα οὐρανῷ ποιεῖ μένοντος αἰῶνος ἓν κατ' ἀριθμὸν οὖσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν. ἡμέρας γὰρ καὶ