Ancient Greek · ~6 min
Page 557
Joannes Philoponus Phil., De aeternitate mundi 557
Not analysed yet
βουλόμενος· ἤδη μὲν γὰρ ἐν τῷ πέμπτῳ λόγῳ τὴν μάλιστα καρτερωτάτην τῶν ἀποριῶν, δι' ἧς δοκεῖ ἐφ' ἑκάτερα εἶναι ἄπειρος ὁ χρόνος, ἐπελυσάμεθα· καὶ εἴ τινες δὲ ἄλλαι εἶεν, ἐν καιρῷ καὶ ταῦτα ἐπισκεψόμεθα· οὐ γὰρ νῦν ἡμῖν ἐξετάζειν τὸ ἐπὶ τοῦ χρόνου πρόκειται σκέμμα, τοσοῦτον δὲ μόνον δεῖξαι βουλόμεθα, ὡς αὐτὸς ἑαυτῷ κἀνταῦθα σύμφωνος ὁ Πλάτων φαίνεται καὶ ὡμοιῶσθαι λέγων τὸν κόσμον τῷ αἰωνίῳ παραδείγματι καὶ ἀπό τινος ἀρχῆς τοῦ εἶναι ἄρξασθαι. εἰ μὲν οὖν (ὅπερ ἤδη εἶπον) δεικνύειν τις ἔχει, ὡς ἄπειρον ἐφ' ἑκάτερα τὸν χρόνον εἶναι ὁ Πλάτων βούλεται, δειξάτω παρελθὼν μὴ ἐξ οἰκείων λογισμῶν ἀλλ' ἐκ τῶν συγγραμμάτων τῶν Πλάτωνος καὶ πεπαύμεθα· εἰ δὲ τοὐναντίον συνάρξασθαι τῷ οὐρανῷ τὸν χρόνον φησὶν καὶ μὴ εἶναι πρὶν γενέσθαι, ὁ δὲ Πρόκλος λαβὼν ὡς δοκοῦν Πλάτωνι τὸ ἄπειρον εἶναι τὸν χρόνον ἐφ' ἑκάτερα οὕτω τὰ ἑξῆς συνελογίσατο, κἀνταῦθα ἄρα Πλάτωνος μὲν καταψευδόμενος ἡμᾶς δὲ πεφώραται παραλογιζόμενος. γʹ. Εἰ δὲ λέγοι μὴ ἄλλως ὡμοιῶσθαι δύνασθαι τὸν κόσμον τῷ αἰωνίῳ παραδείγματι, εἰ μὴ ἐφ' ἑκάτερα ἔχοι τὸ ἄπειρον ἄναρχος ὢν καὶ ἀτελεύτητος, πρῶτον μὲν οὐχ ὡς δοκοῦν τοῦτο Πλάτωνι συλλογίζεται· εἴρηται γάρ, ὅπως ἐκεῖνος εἰκάσθαι φησὶν τὸν κόσμον τῷ παραδείγματι. εἰ δ' ὅλως ἀκριβῆ σῴζειν ἐνταῦθα κἀκεῖ τοῦ ἀεί τὴν ὁμοιότητα βούλεται, ἐπειδὴ τὸ παράδειγμα οὐ γινομένην ἀλλ' ἅμα οὖσαν ἔχει τοῦ εἶναι τὴν ἀπειρίαν, ὡς καὶ αὐτῷ Πρόκλῳ δοκεῖ, δεῖ