Ancient Greek · ~6 min
Page 558
Joannes Philoponus Phil., De aeternitate mundi 558
Not analysed yet
καὶ τὸν κόσμον μὴ γινομένην ἀλλ' ὑφεστῶσαν ἔχειν τοῦ εἶναι τὴν ἀπειρίαν· οὐχ ὅμοιον γὰρ τῷ ὄντι ἀεὶ τὸ ἐν χρόνῳ γινόμενον· καὶ εἰ τὸ παράδειγμα τὸ ποτέ οὐκ ἔχει οὐδὲ τὸ πρότερον καὶ τὸ ὕστερον οὐδὲ ὅλως παράτασιν, οὐδὲ τὸν κόσμον ἄρα τούτων οὐδὲν ἔχειν ἐνδέχεται, εἴπερ ἐκείνῳ ὡμοίωται. εἰ οὖν ὁ κόσμος καὶ τὸ ποτέ ἔχει καὶ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ οὐχ ὑφεστὸς ἅμα τὸ ἄπειρον ἀλλὰ γινόμενον καὶ κατὰ τοὺς ἀίδιον αὐτὸν εἶναι βουλομένους, δῆλον, ὡς οὐδ' ὅλως τῷ αἰωνίῳ ὡμοίωται παραδείγματι. ἀλλ' εἴπερ ὑφίστασθαι δεῖ τὴν εἰκόνα τοῦ παραδείγματος καί, ὡς ἐνδέχεται, τὴν ὁμοιότητα σῴζεσθαι, ὡς καὶ αὐτὸς εἴρηκεν ὁ Πλάτων (‘καθάπερ’ γάρ, φησίν, ‘αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησεν τοιοῦτον ἀποτελεῖν’), εἰ οὖν εἰς δύναμιν εἰκάσθαι δεῖ τὴν εἰκόνα τῷ παραδείγματι, ὥσπερ ἐν τοῖς εἰρημένοις τοῦ παραδείγματος διενήνοχεν, διαφερέτω καὶ κατὰ τὸ ἀεί καί, ὡς ὁ Πλάτων εἶπεν, σῳζέτω τὴν εἰκόνα τὴν πρὸς ἐκεῖνο οὐ τῷ ἐφ' ἑκάτερα ἔχειν τὸ ἄπειρον ἀλλὰ τῷ εἶναι ἐν ἅπαντι τῷ χρόνῳ, ὡς ἐν παντὶ τῷ αἰῶνι ἐκεῖνο· οὐδὲ γὰρ μόνον τὸν κόσμον εἶναί φησιν ὁ Πλάτων τῷ αἰωνίῳ παραδείγματι, ἀλλὰ καὶ τὰ ὄντα πάντα εἶναι τῷ θεῷ φησιν παραπλήσια· ‘ἀγαθὸς γὰρ ἦν’, φησίν, ‘ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτ' ἐγγίνεται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἠβουλήθη γενέσθαι παρα-