Ancient Greek · ~6 min
Page 569
Joannes Philoponus Phil., De aeternitate mundi 569
Not analysed yet
τῶν εἰς τὸ εἶναι παραγομένων συνδιίσταται· οὐ γάρ, ἐπειδὴ ἄλλο ἐν ἄλλῳ χρόνῳ γίνεταί τε καὶ ἔστιν, διὰ τοῦτο καὶ ἡ τοῦ εἶναι αὐτὰ τοῦ θεοῦ βούλησις ἄλλου ἐν ἄλλῳ χρόνῳ γίνεται, ἀλλ' ὡς τὸ μέλλον οἶδεν ἀεὶ καὶ πάρεστιν αὐτῷ τῇ προγνώσει τὸ μήπω ὄν, οὕτω δήπου καὶ τοῦ εἶναι τὸ μέλλον βούλησιν ἀεὶ ἔχει· οὐδὲν γὰρ αὐτῷ πρότερόν ἐστιν οὐδὲ ὕστερον. ἀλλ' οὐδὲ ἄλλο τι φήσομεν παρὰ θεῷ τὴν τοῦ μέλλοντος εἶναι νόησιν ἢ τὴν τοῦ εἶναι τὸ μέλλον βούλησιν— ὑπεξῃρήσθω δέ μοι τοῦ λόγου ἡ κακία—· εἰ γὰρ καὶ οἶδεν, ὡς ἔσται, ἀλλ' οὐκ ἔσεσθαι αὐτὴν βούλεται· ἐπεὶ μηδὲ ὑπόστασίς τις ἔστιν κακοῦ ἰδίᾳ καὶ καθ' αὑτό, ἀλλ' ἐν τῇ παραχωρήσει τῆς κατὰ φύσιν ἐνεργείας τὴν δοκοῦσαν λαμβάνει ὕπαρξιν. εἰ οὖν ἡ τοῦ μέλλοντος ἐν τῷ θεῷ νόησις ἀεί ἐστιν καὶ οὐκ ἔχει τὸ ποτέ, οὐδὲ ἡ τοῦ εἶναι ἄρα τὸ μέλλον βούλησις τὸ ποτέ ἕξει. ἀμερῶς οὖν καὶ ἀδιαστάτως, ὡς προνοεῖ πάντων καὶ γινώσκει πάντα, οὕτω καὶ βούλεται εἶναι πάντα. τούτων οὖν οὕτως ἐχόντων οὐδεμία λείπεται ἀνάγκη διὰ τὸ ἀεὶ βούλεσθαι τὸν θεὸν εἶναι τὸ τεταγμένον ἤδη καὶ αὐτὸ εἶναι ἀίδιον. γʹ. Ὅτι δὲ καὶ αὐτὸς ὁ Πρόκλος, ἐν οἷς μὴ πρὸς ἔριν τοὺς λόγους ποιεῖται ἀλλ' αὐτὴν καθ' αὑτὴν περιαθρεῖ τὴν τῶν πραγμάτων ἀλήθειαν, ταῦτα καὶ γινώσκει σαφῶς καὶ λέγει, ἔγνωμεν ἐξ ἧς αὐτοῦ καὶ ἄλλοτε περικοπῆς παρεθέμεθα ἐκ τοῦ λόγου τοῦ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων· φησὶν