Ancient Greek · ~6 min
Page 568
Joannes Philoponus Phil., De aeternitate mundi 568
Not analysed yet
εἶναι τὸ τεταγμένον, ἀλλ' ὅτε εἶναι ἠδύνατο γενητόν γε ὄν. οὐδὲν δὲ τῶν γενητῶν ἄναρχον εἶναι δύναται, ὡς ἐν τῷ πρώτῳ δέδεικται λόγῳ· οὐκ ἄρα, εἰ ἀεὶ ἐβούλετο ὁ θεὸς εἶναι τὸ τεταγμένον, ἤδη καὶ ἀίδιον αὐτὸ εἶναι ἀνάγκη. βʹ. Ἀλλ' οὐδὲ εἰ ποτὲ μὲν εἴη ποτὲ δὲ μὴ εἴη, ὅπερ εἶναι ὁ θεὸς βούλεται, ἤδη διὰ τοῦτο ποτὲ μὲν τοῦτο ποτὲ δὲ ἄλλο βούλεσθαι τὸν θεὸν φήσομεν· μία γάρ ἐστιν ἐν τῷ θεῷ καὶ ἁπλῆ ἡ τοῦ ἀγαθοῦ βούλησις, ἧς τῶν ὄντων ἕκαστον μετέχει πάντως, ὡς πέφυκεν. ὡς οὖν θέλει μὲν πάντα εἶναι ἑαυτῷ παραπλήσια, ἀλλ' ἡ ὁμοιότης οὐκ ἐν ἅπασιν ἡ αὐτὴ ἀλλὰ τῇ τῶν οὐσιῶν ἀναλογίᾳ κατάλληλος, οὕτω καί, εἰ ἐθέλει πάντα τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν, ἀλλ' ὡς δύναται καὶ πέφυκεν ἕκαστον καὶ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν. ὥστε καὶ τὸ εἶναι τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, ἀεὶ ἤθελεν, ἀλλ' ὡς δύναται καὶ πέφυκεν εἶναι ἤθελεν· πέφυκεν δὲ γενητόν γε ὂν ἀπό τινος ἀρχῆς καὶ οὐκ ἀνάρχως εἶναι. ἑνοειδὴς οὖν ἡ περὶ τοῦ εἶναι πάντα τοῦ θεοῦ βούλησις, ὡς καὶ ἡ πρόνοια καὶ ἡ γνῶσις ἑνοειδής· ἀλλ' ὥσπερ ἡ τοῦ θεοῦ πρόνοια τῷ πλήθει τῶν προνοουμένων οὐ συμπληθύνεται οὐδὲ μὴν ἡ γνῶσις μέχρι τῶν ἀτομωτάτων διήκουσα οὔτε τῇ ποικιλίᾳ τῶν ὄντων οὔτε τῷ μεριστῷ τῆς οὐσίας αὐτῶν συμποικίλλεταί τε καὶ συνδιίσταται ἀλλὰ τὰ μεριστὰ ἀμερῶς καὶ τὰ ποικίλα ἑνοειδῶς γινώσκει καὶ τὰ ἐν χρόνῳ ἀχρόνως, οὕτω δὴ καὶ ἡ περὶ τοῦ εἶναι πάντα τοῦ θεοῦ βούλησις οὐ τῇ διαστάσει τοῦ χρόνου