Ancient Greek · ~6 min
Page 573
Joannes Philoponus Phil., De aeternitate mundi 573
Not analysed yet
πάντα οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ τὰ καθ' ἕκαστα καὶ τὰ ἀτομώτατα (ὡς καὶ τοῦτο πάλιν αὐτὸν παρεθήκαμεν λέγοντα), ταῦτα δὲ μεριστά τέ ἐστιν καὶ οὐκ ἀίδια ἀλλὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ οὐκ ὄντα, καὶ ἡ τοῦ θεοῦ ἄρα περὶ τῶν ὄντων γνῶσις ἕξει τὸ πρότερόν τε καὶ τὸ ὕστερον καὶ τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι καὶ τὸ ὑπὸ χρόνον εἶναι καὶ οὐχ ἑνοειδῶς οὐδὲ ἀδιαστάτως ἀλλὰ πεπληθυσμένως καὶ διαστατῶς τῶν καθ' ἕκαστον ἀντιλήψεται. καὶ ἡ πρόνοια δὲ πάλιν ὡσαύτως συμμερισθήσεται τοῖς προνοουμένοις καὶ οὐχ ἑνοειδὴς ἀλλὰ πεπληθυσμένη ἔσται, ὥσπερ ἐκεῖνα, καὶ τὸ ἐν χρόνῳ πρότερον ἕξει καὶ τὸ ὕστερον, ὡς καὶ ἐκεῖνα. ἀθετείτω οὖν ὁ φιλόσοφος τῶν ἰδίων ἀποφάνσεων ὁποτέραν βούλεται· οὐ γὰρ δυνατὸν ἀμφοτέρας τὸ ἀληθὲς ἔχειν, λέγω δὴ τό τε ἑνοειδῶς τὸ πρῶτον αἴτιον καὶ ἀμεταβάτως καὶ αὐτὰ τὰ ἀτομώτατα καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα παράγειν τε καὶ γινώσκειν καὶ προνοεῖν αὐτῶν, ὡς ἐν τῷ περὶ προνοίας λόγῳ τεθεολόγηκεν, καὶ τό, εἰ ποτὲ μὲν εἴη ὁ κόσμος ποτὲ δὲ μὴ εἴη, καὶ τὴν περὶ τοῦ εἶναι αὐτὸν τοῦ θεοῦ βούλησιν ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι (ὡς ἐνταῦθά φησιν) καὶ διὰ τοῦτο τὸ πρότερον ἔχειν καὶ τὸ ὕστερον· ἀλλ' εἴπερ ἐν τῷ περὶ προνοίας αὐτοῦ λόγῳ εἰς αὐτὰ μόνα τὰ πράγματα βλέπων κατὰ τὰς ὀρθὰς περὶ θεοῦ ἐννοίας ἐκεῖνα καλῶς τεθεολόγηκεν, ἀθετητέον τὰ δεύτερα φιλονεικότερον αὐτῷ μᾶλλον καὶ οὐ πρὸς ἀλήθειαν εἰρημένα. εἰ οὖν ἐκεῖνα ἀληθῆ καὶ τὸ τῶν ὄντων πάντων αἴτιον ἐν τῷ ἑνὶ μένον ἀμετάβατόν τε ἅμα καὶ ἀδιαίρετον καὶ τὰ ἀτομώτατα