Ancient Greek · ~6 min
Page 574
Joannes Philoponus Phil., De aeternitate mundi 574
Not analysed yet
καὶ ἐν χρόνῳ τὸ εἶναι ἔχοντα παράγει μὴ κινούμενον περὶ αὐτὰ καὶ κατὰ τὸν Πλωτῖνον τὸ μέλλον ἤδη τῷ θεῷ πάρεστιν, καὶ οὐδὲν ὕστερον ἐν αὐτῷ, ἐνδέχεται ἄρα, μᾶλλον δ' ἀναγκαῖόν ἐστιν, κἂν ποτὲ μὲν ᾖ τὸ τεταγμένον, τουτέστιν ὁ κόσμος, ποτὲ δὲ μὴ ᾖ, τὴν περὶ τοῦ εἶναι αὐτὸν τοῦ θεοῦ βούλησιν ἀίδιον εἶναι μὴ συγκινουμένην αὐτῷ μηδὲ τῷ διαστατῷ τῆς ὑπάρξεως αὐτοῦ συνδιισταμένην, εἴπερ ἑνοειδὴς ἀεὶ καὶ τοῦ ἀγαθοῦ μόνου ἡ βούλησις· βούλεται γὰρ ἀεὶ τὸ ἀγαθὸν εἶναι, ἀλλ' ὡς πέφυκεν ἕκαστον τοῦ ἀγαθοῦ μετέχειν· πέφυκε δὲ τὰ γενητὰ καὶ μάλιστα τὰ σώματα μὴ ἀεὶ εἶναι, ὡς πολλάκις ἡμῖν δέδεικται. δʹ. Ἀλλὰ γὰρ εἰ καὶ καθ' ὑπόθεσιν συγχωρήσειέ τις αὐτοῖς τὸ ποτὲ μὲν βούλεσθαι τὸν θεὸν εἶναί τι ποτὲ δὲ βούλεσθαι μὴ εἶναι τὸ αὐτὸ ἢ ἔμπαλιν ποτὲ μὲν βούλεσθαι μὴ εἶναι τὸ αὐτὸ ποτὲ δὲ εἶναι βούλεσθαι καὶ διὰ τοῦτο τῶν βουλήσεων τὴν μὲν εἶναι προτέραν τὴν δὲ ὑστέραν, ποία ἐντεῦθεν ἀνάγκη φαίνεται τὸ καὶ χρόνον ἐν ταῖς τοῦ θεοῦ βουλήσεσιν ἐναποτίθεσθαι διὰ τὸ μόνον ἁπλῶς τὴν μὲν προτέραν τῶν βουλήσεων λέγεσθαι τὴν δὲ ὑστέραν; σοφιστικὸν γὰρ οἶμαι καὶ παρὰ τὴν ὁμωνυμίαν τοῦ πρότερόν ἐστιν καὶ τοῦ ὕστερον ἤδη διὰ τοῦτο καὶ τὸ ἐν ταῖς βουλήσεσιν τοῦ θεοῦ πρότερόν τε καὶ ὕστερον χρόνον ὑπονοεῖν ἀνάγκη· οὐδὲ γὰρ πᾶν τὸ ὁπωσοῦν λεγόμενον πρότερόν τε καὶ ὕστερον χρόνου πάντως ἐστὶν δηλωτικόν· οὕτως γὰρ καὶ τὴν νοερὰν οὐσίαν πᾶσαν καὶ παντὸς ἐξῃρημένην σώματος καὶ αὐτὸν τὸν τοῦ