Ancient Greek
Page 578
Joannes Philoponus Phil., De aeternitate mundi 578
Not analysed yet
ποτε πρότερόν τε καὶ ὕστερον χρόνου ἐστὶν δηλωτικόν, ἐνδέχεται ἄρα καὶ μὴ ὄντος χρόνου εἶναι χρόνον, ὅσον ἐπὶ ταῖς τοῦ Πρόκλου ὑποθέσεσιν. εἰ οὖν τοῦτο ἄτοπον καὶ ἀδύνατον, οὐκ ἄρα, ὅπου τὸ πρότερον καὶ τὸ ὕστερον, εὐθὺς πάντως καὶ χρόνος ἐστίν· οὕτω γὰρ καὶ αἱ νοεραὶ πᾶσαι οὐσίαι ὑπὸ χρόνον ἔσονται, ὡς ἐδείξαμεν, καὶ οὐ μόνον τὰς νοερὰς οὐσίας ἀλλὰ καὶ αὐτὸν τὸν τοῦ χρόνου δημιουργὸν ἐκ ταύτης τῆς ὑποθέσεως ὑπὸ χρόνον ποιήσομεν. σκόπει γὰρ οὕτως. τῶν οὐρανίων σφαιρῶν ἑκάστη ἄλλη κατὰ ἄλλον χρόνον τὸν ἴδιον κύκλον ἐκπεριέρχεται· ταχυτάτη μὲν γὰρ ἡ τῆς ἀπλανοῦς τυγχάνει περιφορὰ ἐν εἴκοσι τέτρασιν ὥραις ἀπὸ τοῦ αὐτοῦ σημείου εἰς τὸ αὐτὸ πάλιν ἐπαναστρέφουσα, ἡ δὲ σελήνη διὰ μηνὸς τὸν ἴδιον ἐκπεριπολεῖ κύκλον, ὁ δὲ ἥλιος καὶ οἱ τούτῳ ἰσοδρομοῦντες ὅ τε ἕσπερος καὶ ὃν τοῦ Ἑρμοῦ ἐπιφημίζουσιν δι' ἐνιαυτοῦ τὴν ἰδίαν ποιοῦνται ἀποκατάστασιν, ὁ καλούμενος τοῦ Ἄρεως ἐγγὺς δι' ἐνιαυτῶν δύο, ὁ τοῦ Διὸς διὰ δώδεκα, ὁ τοῦ Κρόνου διὰ τριάκοντα· καὶ ταύτης δήπου τῆς διαφόρου τῶν οὐρανίων ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαταστάσεως ὁ δημιουργός ἐστιν πάντων αἴτιος ἀμέσως αὐτὸς τὸν κόσμον ὑποστήσας, ὡς καὶ Πλάτων φησὶν καὶ Πρόκλῳ δοκεῖ. ὑποκείσθω τοίνυν πάντας ἅμα τοὺς πλανωμένους ἐν τῷ αὐτῷ γεγονέναι σημείῳ, οἷον ἐν τῇ τοῦ κριοῦ ἢ ἐν ἄλλου τινὸς ζῳδίου ἀρχῇ· τοῦτο γὰρ οὐκ ἀδύνατόν ἐστι ἀλλ' ἐνδεχόμενόν τε καὶ ἀναγκαῖόν ποτε