Ancient Greek · ~6 min
Page 577
Joannes Philoponus Phil., De aeternitate mundi 577
Not analysed yet
ἠκούσαμεν τοῦ Πρόκλου λέγοντος, τὰ ἅμα ὄντα χωρίζειν τῇ ἐπινοίᾳ, ἵνα κατίδωμεν ἑκάστῳ τῶν ἅμα ὄντων τί μὲν ἐκ τῆς ἰδίας αὐτοῦ φύσεως πρόσεστιν τί δὲ ἀπὸ τῆς πρὸς ἕτερον συντάξεώς τε καὶ σχέσεως. χωριζέσθω τοίνυν κατ' ἐπίνοιαν τῶν ὄντων ὁ κόσμος, μενέτωσαν δὲ αἱ ἀσώματοι καὶ νοεραὶ οὐσίαι, οἵα ἐστὶν καὶ ἡ ἡμετέρα ψυχή. οὐκοῦν καὶ τοῦ κόσμου μὴ ὄντος οὐδὲν ἧττον αὐτὸς καθ' αὑτὸν μεταβατικὴν τὴν νόησιν ὁ νοῦς ἕξει· τοῦτο γάρ ἐστιν αὐτοῦ φύσις τὸ μέν τι πρότερον νοεῖν τὸ δὲ ὕστερον· εἰ μὲν γὰρ ἀπὸ σώματος ἢ χρόνου τὸ μεταβατικῶς νοεῖν πᾶς νοῦς ἔχει, χωριστὴ δὲ σωμάτων ἡ τοῦ νοῦ οὐσία, ἐνδέχεται ἄρα τὸν νοῦν αὐτὸν καθ' αὑτὸν γενόμενον ἀμεταβάτως καὶ ἀμερῶς ἀθρόον ἅμα πάντα θεωρεῖν· εἰ γὰρ τὸ μεταβατικῶς θεωρεῖν ἀπὸ τῆς πρὸς τὸ σῶμα σχέσεως ἔχει, αὐτοῦ ἄρα καθ' αὑτὸν ἀμετάβατος κατὰ φύσιν ἐστὶν ἡ ἐνέργεια· οὐκοῦν καὶ ἐνεργήσει ποτὲ οὕτως, εἰ μὴ μάτην ἕξει τὴν οὐσιώδη ταύτην δύναμιν· ἐνεργῶν δὲ οὕτως καὶ πάντα ἅμα νοῶν τὰ ὄντα οὐδὲν ταύτῃ διοίσει τοῦ θείου τε καὶ δημιουργικοῦ νοῦ· ὅπερ ἄτοπον. εἰ οὖν καὶ αὐτοὶ ὁμολογοῦσιν μεταβατικὴν εἶναι τὴν οὐσιώδη τοῦ νοῦ ἐνέργειαν καὶ διὰ τοῦτο τὸ πρότερον ἐν τῇ νοήσει εἶναι καὶ τὸ ὕστερον, ἀναιρουμένης δὲ κατ' ἐπίνοιαν τῆς τῶν σωμάτων φύσεως τὸν μὲν χρόνον συναναιρεῖσθαι ἀνάγκη τὸν δὲ νοῦν οὐκέτι, τοῦ ἄρα χρόνου ἀναιρουμένου κατ' ἐπίνοιαν ἐνδέχεται τὸ πρότερον εἶναι καὶ τὸ ὕστερον. εἰ οὖν πᾶν ἁπλῶς τὸ ὁπωσδή-