Ancient Greek
Page 580
Joannes Philoponus Phil., De aeternitate mundi 580
Not analysed yet
ἔγνω, ὅτι ἡ ἀπλανὴς ἀπεκατέστη, δεύτερον δέ, ὅτι ἡ σελήνη, τρίτον ὁ ἥλιος, τέταρτον ὁ τοῦ Διός, καὶ τοὺς λοιποὺς ἀκολούθως. εἰ δὲ τὴν μὲν πρότερον ἀποκαταστᾶσαν ἔγνω τὴν δὲ ὕστερον, ἔστιν ἄρα καὶ ἐν ταῖς τοῦ δημιουργοῦ νοήσεσιν τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ τὸ ἔσται· ἐν ᾧ δὲ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ τὸ ἔσται, ἐκεῖ καὶ χρόνος, ὡς δοκεῖ τῷ Πρόκλῳ· ἔσται ἄρα καὶ ἐν τῷ τοῦ χρόνου δημιουργῷ χρόνος. καὶ οὐ μόνον ἐν ταῖς γνώσεσι τῶν περιφορῶν τῶν οὐρανίων ἕξει τὸ πρότερον καὶ τὸ ὕστερον ὁ δημιουργὸς ἀλλὰ καὶ ἐν ταῖς περὶ αὐτῶν βουλήσεσιν οὐδὲν ἧττον· δῆλον γάρ, ὅτι, ὅτε ἡ ἀπλανὴς τὸν ἴδιον ἐκπεριῆλθεν κύκλον, ἠβούλετο ὁ θεὸς αὐτὴν μὲν τὸ τηνικαῦτα ἐκπεριεληλυθέναι, τὰς δὲ λοιπὰς οὐδέπω ἠβούλετο· εἰ γὰρ ἐβούλετο καὶ τὰς ἄλλας ἐκπεριεληλυθέναι τὸν ἑαυτῶν κύκλον, πῶς οὐκ ἐκπεριεληλύθασιν; οὕτω γὰρ οὐχ ἅμα τῷ εἶναι ποιήσει ἡ βούλησις, ὅπερ τῷ Πρόκλῳ δοκεῖ. καὶ εἰ ἀεὶ τάττει τὸ πᾶν ὁ θεός, ἀεὶ δήπου βούλεται αὐτὸ τάττεσθαι, εἰ δὲ ἀεὶ βούλεται αὐτὸ τάττεσθαι, ἀεὶ βούλεται αὐτὸ κατὰ τὸν εἰρημένον τῆς κινήσεως τρόπον κινεῖσθαι (τοῦτο γάρ ἐστιν αὐτῷ τάξις), εἰ δὲ τοῦτο, βούλεται δήπου τὴν εἰς τὸ αὐτὸ σημεῖον ἀποκατάστασιν τὴν μὲν τῶν σφαιρῶν πρώτην, τὴν δὲ δευτέραν, τὴν δὲ τρίτην καὶ ἐφεξῆς κατὰ τὸν εἰρημένον τρόπον τὰς λοιπὰς ποιεῖσθαι. οὐκοῦν, ὅτε ἡ πρώτη εἰς τὸ αὐτὸ ἀπεκατέστη σημεῖον, οὔπω τὴν δευτέραν ἀποκαταστῆναι ἠβούλετο, καὶ ὅτε ἡ δευτέρα,