Ancient Greek · ~6 min
Page 581
Joannes Philoponus Phil., De aeternitate mundi 581
Not analysed yet
οὔπω τὴν τρίτην, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. εἰ δὲ μὴ ἅμα ἠβούλετο πάσας ἀποκαταστῆναι, ὅτε δηλονότι ἑκάστη ἀπεκατέστη, τότε καὶ ἠβούλετο αὐτὴν ἀποκαταστῆναι· εἰ δὲ τοῦτο, ἀποκαθίσταται δὲ ἡ μὲν προτέρα, ἡ δὲ δευτέρα, τρίτη δὲ καὶ τετάρτη καὶ ἐφεξῆς, ἔστιν ἄρα καὶ ἐν ταῖς βουλήσεσιν τοῦ θεοῦ ὥσπερ καὶ ἐν ταῖς νοήσεσιν τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ τὸ ἔσται, διὰ τοῦτο δὲ καὶ χρόνος, ὅσον ἐπὶ ταῖς ἀφύκτοις ταύταις τῶν συλλογισμῶν ἐπιχειρήσεσιν, κἂν ἀίδιόν τις εἶναι τὸν κόσμον ὑπόθοιτο. ἔτι πότερον οἶδεν ὁ θεὸς τὸ μέλλον ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδεν τὸ μέλλον, οὐδὲ τὸ ἐνεστὸς εἴσεται· εἰ γὰρ τὸ παρὸν οἶδεν ἀγνοῶν τὸ μέλλον, καὶ τῶν ἀνθρώπων ἔσται χείρων· πολλοὶ γὰρ τῶν ἀνθρώπων τὸ μέλλον ἐγνώκασιν. ὥστε, εἰ τὰ ἐνεστῶτα τῶν μερικῶν οἶδεν, καὶ τὰ μέλλοντα εἴσεται, ἵνα μὴ καὶ ἀνθρώπων ᾖ χείρων, τάχα δὲ καὶ ἀλόγων· πολλὰ γὰρ καὶ τούτων τοῦ μέλλοντος λαμβάνουσιν αἴσθησιν, ὡς γέρανοι μὲν χειμῶνα φεύγουσαι καὶ ἕτερα δὲ πλεῖστα. εἰ δὲ μήτε τὸ ἐνεστὸς οἶδεν μήτε τὸ μέλλον, καθόλου πάντα ἀγνοήσει· οὐδὲ γὰρ τὸ παρελθὸν εἴσεται· τοῦτο γὰρ πρότερον ἐνεστὸς γέγονεν· ὁ δὲ τὸ ὂν ἀγνοῶν, ὅτι ἔστιν, πολλῷ δήπου τὸ μηκέτι ὂν οὐκ εἴσεται εἰ γέγονεν. οὐκοῦν οὐδὲ εἰ ἔσται ὁ ὑπ' αὐτοῦ δημιουργούμενος κόσμος εἴσεται· ἐνέστηκεν γὰρ ὁ κόσμος, καὶ πάντα ἐν τῷ νῦν ἔχει τὴν ὕπαρξιν. καὶ ὁ κόσμος δὲ