Ancient Greek
Page 589
Joannes Philoponus Phil., De aeternitate mundi 589
Not analysed yet
διὰ τὸ μὴ εἶναι τὸ κακόν, τουτέστιν αὐτὸ τὸ ἄτακτον. καὶ κατὰ Πλάτωνα ἄρα οὐ δύο ἀλλὰ μία ἐστὶν ἡ τοῦ θεοῦ βούλησις διαφόροις προσαγορευομένη ὀνόμασιν. Τέλος λύσεως τοῦ ιϛʹ λόγου. Πρόκλου διαδόχου λόγος ἑπτακαιδέκατος. "Ἑπτακαιδέκατος ἔστω λόγος τῶν ἀξιωμάτων ἡμᾶς ἀναμιμνῄσκων τῶν Ἀριστοτελικῶν ὡς πολλῷ πρότερον Πλατωνικῶν ὄντων, ἃ δή ἐστιν ‘πᾶν τὸ γενητὸν φθαρτόν’ καὶ ‘πᾶν τὸ ἀγένητον ἄφθαρτον’· τούτων γὰρ τὸ μὲν ἐν πολιτείᾳ λέγει, τὸ δὲ ἐν τῷ Φαίδρῳ. ‘ἀλλ' ἐπεὶ γενομένῳ παντὶ φθορά ἐστιν’ φησὶν ὁ Σωκράτης τὰς μούσας ὑποκρινόμενος καὶ ‘ἐπειδὴ ἀγένητόν ἐστιν, καὶ ἀδιάφθαρτον ἀνάγκη εἶναι’ φησὶν πᾶσαν ἀρχὴν ἀγένητον εἶναι δείξας καὶ διὰ τὸ ἀγένητον ὅτι καὶ ἄφθαρτος καταδούμενος. τούτων γὰρ ὄντων ἀληθῶν καὶ πᾶν ἀνάγκη τὸ φθαρτὸν εἶναι γενητὸν (εἰ γὰρ ἀγένητον, ἔσται ἄφθαρτον τὸ φθαρτόν· ὅπερ ἀδύνατον) καὶ πᾶν ἄφθαρτον ἀγένητον (εἰ γὰρ γενητόν, ἔσται φθαρτὸν τὸ ἄφθαρτον). τούτων δὲ ἑπομένων ἐξ ἀνάγκης εἰ ἄφθαρτον τὸ πᾶν ἐστιν (ὡς ἐκ τῶν κειμένων δῆλον· τῶν γὰρ ἀθανάτων, φησίν, αὐτὸς δημιουργός· τὸ δὲ ἀθάνατον ἀνώλεθρον, ὡς ἐν Φαίδωνι λέγεται· ‘σχολῇ γὰρ ἄν τι ἄλλο εἴη ἀνώλεθρον,