Ancient Greek · ~6 min
Page 588
Joannes Philoponus Phil., De aeternitate mundi 588
Not analysed yet
τὸ ἄτακτον. ἀλλὰ δὴ καὶ <εἰ> ἐκ τῶν παρεπομένων σκοπεῖν δέοι ἑκάστην, οὐδὲν ἧττον καὶ οὕτω διὰ συλλογισμοῦ κατασκευασθήσεται, ὅτι ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις κρείττων τῆς ἑτέρας τῆς τοῦ μὴ εἶναι τὸ ἄτακτόν ἐστιν· εἰ γὰρ ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν, ἀγαθὸν δὲ οὐδὲν ἕτερον ἐν τούτοις φαμὲν ἢ τὸ τεταγμένον, ἡ δὲ τοῦ εἶναι τὸ τεταγμένον βούλησις διὰ τὸ μὴ εἶναι τὸ κακόν ἐστιν, ἡ ἄρα τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ μὴ εἶναι τὸ κακόν ἐστιν. πάλιν εἰ ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις διὰ τὸ μὴ εἶναι τὸ κακόν ἐστιν, κακὸν δὲ πάλιν ἐν τούτοις οὐδὲν ἕτερον ὁ Πλάτων φησὶν ἢ τὸ ἄτακτον, ἡ δὲ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν, ἡ ἄρα τοῦ εἶναι τὸ τεταγμένον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν. ὥστε καὶ οὕτως δέδεικται αὕτη τῆς ἑτέρας κρείττων. ἀλλὰ δὴ καὶ ὁ Πλάτων τὸ βούλεσθαι τὸν θεὸν μὴ εἶναι τὸ ἄτακτον οὐ μόνον διὰ τὸ εἶναι τὸ ἀγαθὸν εἶπεν, ὥς φησιν ὁ Πρόκλος, ἀλλὰ καὶ διὰ τὸ μὴ εἶναι τὸ κακόν· ‘βουληθεὶς γάρ’, φησίν, ‘ὁ θεὸς φλαῦρον μὲν μηδὲν ἀγαθὰ δὲ πάντα κατὰ δύναμιν’. πῶς οὖν ὁ Πρόκλος τὴν τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησιν δι' ἄμφω εἶναι εἰρημένην αὐτὸς ἀποδιελὼν διὰ τὸ ἕτερον μόνον, τὸ εἶναι τὸ ἀγαθόν, εἶπεν ὑπάρχειν; ὥστε καὶ αὐτὸς ὁ Πλάτων τὰς δύο βουλήσεις εἰς ἓν συνήγαγεν, εἴπερ τὸ βούλεσθαι μὴ εἶναι τὸ ἄτακτον οὐ μόνον διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν, τουτέστιν τὸ τεταγμένον, ἀλλὰ καὶ