Ancient Greek
Page 592
Joannes Philoponus Phil., De aeternitate mundi 592
Not analysed yet
δʹ. Ὅτι σύμφωνος ἑαυτῷ ὁ Πλάτων καὶ πᾶν τὸ γενητὸν φθαρτὸν εἶναι λέγων καὶ τὸν κόσμον γεγονέναι τε καὶ μὴ φθείρεσθαι. καὶ ὅτι οὐ πᾶν ἄφθαρτον ἀγένητόν ἐστιν. εʹ. Γαληνοῦ μαρτυρία ἐκ τῶν περὶ ἀποδείξεως, ὅτι οὐ πᾶν τὸ ἄφθαρτον πάντως καὶ ἀγένητον εἶναι ἀνάγκη. καὶ ὅτι Πλάτων ταύτης ἐστὶν τῆς δόξης. ϛʹ. Ὅτι καὶ ἐν τοῖς ἑξῆς οὔτε ὀρθῶς οὔτε τῇ Πλάτωνος ὑποθέσει τὰ ἀκόλουθα ὁ Πρόκλος συλλογίζεται. Ἀρχὴ τῆς λύσεως τοῦ ἑπτακαιδεκάτου λόγου. αʹ. Καὶ οὗτος ὁ λόγος τῷ ἕκτῳ ὁ αὐτός ἐστιν. κἀκεῖ ὡς Πλατωνικὸν λαβὼν τὸ πᾶν γενητὸν φθαρτὸν εἶναι, ἔτι δὲ καὶ τὸ μὴ φθείρεσθαι τὸν κόσμον κατὰ Πλάτωνα (‘τὸ γὰρ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ’, φησὶν ἐκεῖνος, ‘λύειν ἐθέλειν κακοῦ’), ἐκ τούτων συνήγαγεν τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ χρησάμενος, ὡς, εἰ τὸ γενητὸν ἅπαν φθαρτόν ἐστιν, εἴ τι μὴ φθείρηται, τοῦτο οὐδὲ γενητόν ἐστιν. εἰ οὖν μὴ φθείρηται κατὰ Πλάτωνα ὁ κόσμος, δηλονότι οὐδὲ γέγονεν κατ' αὐτόν. οὕτω μὲν οὖν ἐν τῷ ϛʹ. ἐν δὲ τῷ προκειμένῳ τὰς αὐτὰς μὲν πάλιν ἔλαβεν προτάσεις (καὶ ὅτι τὸ γενητὸν φθαρτὸν καὶ ὅτι οὐ φθείρεται ὁ κόσμος), ὅτι δὲ τὸ μὴ φθειρόμενον οὐδὲ γέγονεν, οὐ τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ ὡς ἐν ἐκείνῳ ἀλλ' ἐξ ἑτέρου τινὸς Πλατωνικοῦ ἀξιώματος συνελογίσατο·