Ancient Greek · ~5 min
Page 593
Joannes Philoponus Phil., De aeternitate mundi 593
Not analysed yet
φησὶν γὰρ ἐκεῖνος πᾶν εἶναι τὸ ἀγένητον ἀδιάφθορον· ἔκ τε οὖν τούτου καὶ ἐκ τοῦ πᾶν τὸ γενητὸν φθαρτὸν εἶναι συνάγει, ὅτι οὔτε τὸ φθαρτὸν ἀγένητον εἶναι ἐνδέχεται οὔτε τὸ ἄφθαρτον γενητόν, ὡς ἀντιστρέφειν ἑκατέραν ἀπόφανσιν, καὶ ὥσπερ πᾶν τὸ γενητὸν φθαρτόν, οὕτω καὶ πᾶν τὸ φθαρτὸν γενητόν, καὶ πάλιν ὥσπερ πᾶν ἀγένητον ἄφθαρτον, οὕτω καὶ πᾶν ἄφθαρτον ἀγένητον. ὅτι μὲν οὖν πᾶν φθαρτὸν γενητόν, τῇ εἰς ἄτοπον ἀπαγωγῇ τὸν τρόπον τοῦτον συνελογίσατο. εἰ γὰρ μὴ πᾶν φθαρτὸν γενητόν, ἀλλ' ἐνδέχεσθαι λέγοι τις εἶναι τὶ φθαρτὸν ἀγένητον, ἐπειδὴ καὶ πᾶν ἀγένητον ἄφθαρτόν ἐστιν, ἐνδέχεται ἄρα τὶ φθαρτὸν ἄφθαρτον εἶναι κατὰ τὸν τρίτον τρόπον τοῦ αʹ σχήματος· ἔστιν γὰρ ὁ συλλογισμὸς τοιοῦτος· τὶ φθαρτὸν ἀγένητον, πᾶν ἀγένητον ἄφθαρτον <,τὶ ἄρα φθαρτὸν ἄφθαρτον>· ὅπερ ἄτοπον. οὐκ ἄρα ἐνδέχεται τὶ φθαρτὸν ἀγένητον εἶναι. εἰ δὲ οὐδὲν φθαρτὸν ἀγένητον, ἀνάγκη δὲ ἢ γενητὸν πᾶν ἢ ἀγένητον εἶναι, πᾶν ἄρα φθαρτὸν γενητόν ἐστιν ἐξ ἀνάγκης. ὁμοίως δ' ὅτι καὶ πᾶν ἄφθαρτον ἀγένητον διὰ τοῦ αὐτοῦ τρόπου συνήγαγεν. εἰ γὰρ λέγοι τις ἐνδέχεσθαι τὶ ἄφθαρτον γενητὸν εἶναι, ἐπειδὴ πᾶν γενητὸν φθαρτόν, τὶ ἄρα ἄφθαρτον φθαρτόν· ὅπερ ἄτοπον. εἰ οὖν τοῦτο ἄτοπον, οὐδὲν ἄρα ἄφθαρτον γενητόν· τοῦτο γὰρ τὸ ἄτοπον ἠκολούθησεν. οὐκοῦν πᾶν ἄφθαρτον ἀγένητον. δέδεικται ἄρα, ὅτι καὶ πᾶν φθαρτὸν γενητὸν καὶ ὅτι πᾶν ἄφθαρτον ἀγένητον. εἰ