Ancient Greek · ~6 min
Page 595
Joannes Philoponus Phil., De aeternitate mundi 595
Not analysed yet
θέντος ὕδατος καὶ τοῦ πεπυρακτωμένου σιδήρου. ἀλλὰ δὴ καὶ μέλαν τὸ μέν ἐστιν κατ' οὐσίαν ὑπάρχον τινὶ ὡς τῇ ἐβένῳ, τὸ δὲ ἐξ ἐπικτήσεως προσγινόμενον ὡς ἐπὶ τοῦ βεβαμμένου ἐρίου. καὶ φῶς τὸ μέν ἐστιν κατ' οὐσίαν ὡς τὸ ἐν τῷ ἡλίῳ, τὸ δὲ ἐξ ἐπικτήσεως, κἂν ἀεὶ παρῇ τισιν, ὡς τὸ ἐξ ἡλίου φῶς ταῖς ἀνωτέρω τοῦ ἡλίου σφαίραις ἀεὶ μὲν πάρεστιν, ἐπιγενήτως δὲ πάρεστιν· ὅθεν, εἰ τὸν ἥλιον αὐτῶν ὑπεξέλοιμεν κατ' ἐπίνοιαν, καὶ τὸ φῶς τὸ ἐν αὐταῖς εὐθὺς συναφίσταται ἅτε δὴ μὴ λόγῳ τῆς φύσεως τῆς αὐτῶν ἐνυπάρχον αὐταῖς, εἰ καὶ ἀεὶ πάρεστιν· ὥστε ἀεὶ φωτιζόμεναι διὰ τὸ ἀεὶ παρεῖναι τὸ φωτίζον ὅμως τῷ ἰδίῳ λόγῳ τῆς φύσεώς εἰσιν ἀφώτιστοι. ὥσπερ οὖν ἐπὶ τούτων διττόν ἐστιν τῶν εἰρημένων ἕκαστον, τὸ μὲν ἐκ φύσεως συνουσιωμένον τῷ ὑποκειμένῳ, τὸ δὲ ἐπικτήτως αὐτῷ προσγενόμενον, οὕτως καὶ τὸ ἄφθαρτον διττὸν εἶναι ἀνάγκη, ἢ τὸ κατ' οὐσίαν ὑπάρχον τινὶ ἢ τὸ ἐπικτήτως αὐτῷ καὶ μὴ ἀπὸ τοῦ λόγου τῆς οἰκείας φύσεως προσγενόμενον· οὕτω γὰρ καὶ αἱ στοιχείων ὁλότητες νῦν τὸ ἀδιάλυτον ἔχουσιν οὐ τῆς οὐσίας αὐτῶν τὸν λόγον οὐκ ἐχούσης τῆς διαλύσεως (τοὐναντίον γὰρ οὐδὲν ἔστιν στοιχείου μέρος, ὃ μὴ κατ' ἐνέργειαν φθείρεται) ἀλλ' ὡς συνεχῆ καὶ ἀδιάκοπον τὴν ἐπισκευὴν δεχόμεναι· ἀντὶ γὰρ τοῦ φθαρτοῦ πυρὸς ἕτερον εὐθὺς ἐπιγίνεται καὶ τὴν τοῦ πυρὸς ὁλότητα ἀναπληροῖ, καὶ τὸ διαπνευσθὲν τοῦ ὕδατος μόριον ἄλλο ὕδωρ γενόμενον ἀνεπλήρωσεν, καὶ ἐπὶ