Ancient Greek · ~5 min
Page 594
Joannes Philoponus Phil., De aeternitate mundi 594
Not analysed yet
οὖν ἄφθαρτος, φησίν, ὁ κόσμος κατὰ Πλάτωνα, δῆλον ἄρα, ὅτι καὶ ἀγένητος. τοῦ αὐτοῦ οὖν ὄντος τοῦ τε ἑπτακαιδεκάτου καὶ τοῦ ϛʹ λόγου, μόνῳ δὲ τῷ συλλογιστικῷ τρόπῳ διαφερόντων, ἔδει τὸν φιλόσοφον τὸ δεύτερον ἀξίωμα, ὅπερ ἐν τούτῳ προσέθηκεν εἰς κατασκευὴν τοῦ τὸ ἄφθαρτον ἀγένητον εἶναι, τῷ ἕκτῳ λόγῳ προσθέντα τοῦ παρόντος μὴ δεῖσθαι· ἀλλ' οἶμαι καὶ τῷ πλήθει τῶν ἐπιχειρημάτων ταράξαι τοὺς ἐντυγχάνοντας βουλόμενος ὀλίγαις προσθήκαις τὰ αὐτὰ ἡμῖν διπλασιάζει ἐπιχειρήματα, ὡς καὶ ἐπ' ἄλλων ἐδείξαμεν. βʹ. Εἰ οὖν τὸ αὐτό ἐστιν τοῦτο τῷ ἕκτῳ, δῆλον, ὡς ἐκείνῳ καὶ τοῦτο συναπελήλεγκται· ἀδιάφορον γάρ, εἴτε τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ δειχθείη τὸ φθαρτὸν ἀγένητον εἴτε τῷ νῦν εἰρημένῳ τρόπῳ. αἴτιον δὲ τοῦ παραλογισμοῦ, ὡς ἐν ἐκείνοις εἴρηται, ἡ ὁμωνυμία καὶ τὸ ἀπροσδιορίστως λαμβάνειν τὰ μετὰ προσδιορισμοῦ εἰρημένα τῷ Πλάτωνι. τὸ γὰρ ἀθάνατον καὶ τὸ ἄφθαρτον διττόν, ἢ τὸ κατὰ τὸν λόγον τῆς ἰδίας φύσεως τὴν ἀθανασίαν τε καὶ ἀφθαρσίαν ἔχον τὸ μηδὲ λόγον ἔχον θανάτου τε καὶ φθορᾶς ἢ τὸ δεκτικὸν μὲν φθορᾶς τε καὶ διαλύσεως ἐπίκτητον δὲ τὴν ἀθανασίαν προσκτώμενον, ὥσπερ καὶ τὸ ἀγαθὸν διττόν ἐστιν καὶ ἕτερα πλείονα, οἷον τὸ λευκὸν ἢ τὸ θερμὸν τὸ μὲν ἐν τῇ οὐσίᾳ συνουσιωμένον τοῦ ἔχοντος, ὥσπερ τῷ πυρὶ τὸ θερμὸν συνουσίωται, τὸ δὲ ἐξ ἐπικτήσεως προσγενόμενον ὡς ἐπὶ τοῦ θερμαν-