Ancient Greek
Page 597
Joannes Philoponus Phil., De aeternitate mundi 597
Not analysed yet
γʹ. Πῶς δὲ καὶ οὐ κακοῦργον καὶ φιλοσόφου ἤθους ἀλλότριον τιθέμενον τῇ Πλάτωνος ἀποφάνσει τὸ πᾶν εἶναι τὸ γενητὸν φθαρτὸν καὶ ἀκούοντα τοῦ ἀνδρὸς τοῖς οἰκείοις ἑπομένου καὶ βοῶντος ‘ἐπείπερ ἐγένεσθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν’ τοῦτο μὲν ἑκόντα παρατρέχειν, ἁπλῶς δὲ οὕτως τῆς λέξεως τοῦ <μὴ> λυθήσεσθαι τὸν κόσμον δράττεσθαι καὶ ταῦτα μηδὲ ἀπροσδιορίστως εἰρημένης καὶ ἐντεῦθεν τὸ μηδὲ γεγονέναι συνάγειν ἐκείνου σαφῶς γενητὸν εἶναι καὶ γεγονέναι αὐτὸν εἰπόντος. καίτοι γε εἰ τῶν δύο θάτερον ἐκβάλλειν ἐχρῆν, ἢ ἐκ τοῦ μὴ φθείρεσθαι τὸν κόσμον τὸ γενητὸν εἶναι ἢ ἐκ τοῦ γενητὸν εἶναι τὸ ἄφθαρτον, πολλῷ γε ἦν εὐλογώτερον τοῦ μὲν γεγονέναι τὸν κόσμον ἁπλῶς καὶ ἄνευ προσδιορισμοῦ τινος παρὰ Πλάτωνος εἰρημένου, τοῦ δὲ μένειν ἀδιάλυτον μετά τινος προσδιορισμοῦ (οὐ γὰρ φύσει τὸ ἀδιάλυτον ἔχειν τὸν κόσμον ἀλλ' ἐπίκτητον εἴρηκεν, φύσει δὲ μᾶλλον λυτὸν εἶναι) ἐκ τοῦ γεγονέναι αὐτὸν τὸ ἀδιάλυτον εἶναι ἀθετεῖν, εἴπερ καθόλου ἐστὶν ἀληθὲς τὸ πᾶν εἶναι τὸ γενητὸν φθαρτόν, καὶ σαφῶς εἰπόντος τοῦ Πλάτωνος, ἐπείπερ γέγονεν, μήτε ἄλυτον εἶναι μήτε ἀθάνατον, ἢ ἐκ τοῦ μὴ διαλύεσθαι μηδὲ γενητὸν εἶναι συνάγειν· οὐδαμοῦ γάρ, ὡς ἄφθαρτός ἐστιν ὁ κόσμος, λέγων ὁ Πλάτων φαίνεται, τοὐναντίον δέ, ὡς οὔτε ἀδιάλυτός ἐστιν οὔτε ἀθάνατος. ὅτι μέντοι λυτὸς ὢν οὐ λυθήσεται, λέγει· πολλῷ δὲ