Ancient Greek · ~5 min
Page 598
Joannes Philoponus Phil., De aeternitate mundi 598
Not analysed yet
τοῦτο ἐκείνου διέστηκε· τὸ μὲν γὰρ ἄφθαρτον σημαίνοι ἂν τὸ μηδὲ λόγον ἔχον φθορᾶς, τὸ δὲ μὴ φθαρησόμενον οὐ πάντως τῷ μηδὲ λόγον ἔχειν φθορᾶς οὐ φθείρεται· ἐνδέχεται γὰρ καὶ τῷ τὰ πεπονηκότα κατὰ συνέχειαν ἐπανορθοῦσθαι καὶ τὸ φθαρτὸν μὴ φθείρεσθαι. τοιαύτην δὲ εἶναι καὶ τὴν τοῦ κόσμου ἀθανασίαν σαφῶς ὁ Πλάτων εἴρηκεν· θνητὸν γὰρ ὄντα καὶ αὐτὸν φύσει ἐπίκτητόν τε καὶ ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ τὴν ἀθανασίαν πορίζεσθαι. δʹ. Ἡμεῖς οὖν οὐδὲν τῶν ὑπὸ Πλάτωνος ἐν τούτοις εἰρημένων ἀθετήσομεν οὐδ', ἵνα τὰ ἡμῖν αὐτοῖς καὶ μὴ αὐτῷ δοκοῦντα πιστωσώμεθα, εἰς ἀσυμφωνίαν ἐν τούτοις συκοφαντοῦντες αὐτὸν περιάξομεν· σύμφωνος γὰρ ἑαυτῷ λίαν ὑπάρχει καὶ τὸ γενητὸν πᾶν φθαρτὸν εἶναι λέγων καὶ διὰ τοῦτο καὶ τὸν κόσμον, ἐπεὶ γενητός ἐστιν, καὶ φθαρτὸν εἶναι καὶ τὴν ἀθανασίαν αὐτοῦ οὐκ ἀπὸ φύσεως ἀλλ' ἀπὸ τῆς βουλήσεως τοῦ θεοῦ καταδούμενος· αὐτῷ γὰρ τῷ ἐπικτᾶσθαι τὴν ἀθανασίαν φθαρτὸς ὢν δείκνυται· εἰ γὰρ μὴ εἰς διάλυσιν ἐκ φύσεως διὰ τὸ γεγονέναι ἐξωλίσθανεν, οὐδ' ἂν ἐπισκευάζεσθαι καὶ ἐπικτᾶσθαι τὴν ἀθανασίαν ἔχρῃζεν. ὥστε, κἂν εἰς τὸ παντελὲς ἀδιάλυτος διαμένῃ, ἀλλ' οὖν γε ἕπεται τῷ γεγονέναι αὐτὸν τὸ κατὰ βραχὺ διαλύεσθαι· ὅπερ ὑπὸ τῆς τοῦ θεοῦ βουλήσεως ἀνυφαίνεται· εἰ γὰρ ἀνέδωκεν κατ' ἐπίνοιαν τὸ τὴν ἐπισκευαστὴν αὐτῷ καὶ τὴν ἐπίκτητον ἀθανα-