Ancient Greek · ~5 min
Page 600
Joannes Philoponus Phil., De aeternitate mundi 600
Not analysed yet
ἡμετέρῳ λόγῳ συνήγορος. οὗτος οὖν ἐν τῷ δʹ λόγῳ ἧς αὐτὸς συνέγραψεν ἀποδεικτικῆς πραγματείας φησὶν ἐπὶ λέξεως ταῦτα ‘σύνθετός ἐστιν ἡ νόησις τοῦ ἀιδίου· καὶ γὰρ ἀγένητος καὶ ἄφθαρτος. ἕπεται δὲ ἑκατέρῳ θάτερον’ —δηλονότι κἀνταῦθα δείξας, ὁπότερον αὐτῶν, εἶθ' ὡς ἕπεται θάτερον, ἐκεῖνο προλαβὼν ἀποδέδειχεν ἂν εἴη τὸ προκείμενον—. ‘εἰ τοίνυν καλῶς ὑπὸ πάντων ὡμολόγηται τῷ ἀγενήτῳ τὸ ἄφθαρτον ἕπεσθαι, σκοποῦντες ἅμα μὲν ἀναπόδεικτόν τε καὶ πρῶτον καὶ ἐξ αὑτοῦ πιστὸν εἶναι ἀξίωμα κατενοήσαμεν, ἅμα δὲ ὑφ' ἑτέρου τινὸς ἐναργοῦς μαρτυρούμενον ἀξιώματος, ὃ μικρὸν ἔμπροσθεν εἴρηται, τοιοῦτο ὑπάρχειν ‘εἴ τι λόγον οὐδ' ὅλως ἔχει γενέσεως, οὐδὲ φθορᾶς ἕξει τὸ τοιοῦτο λόγον’. ὅτι μὲν οὖν ἅπαν ἀγένητον εὐθὺς καὶ ἄφθαρτόν ἐστιν, ἑτοίμως ἡ διάνοια δέχεται καὶ εἴπερ τι καὶ ἄλλο τῶν πρὸς νόησιν ἐναργῶν πρῶτον ὑπάρχει καὶ τὸ τοιοῦτον ἀξίωμα. τὸ μέντοι πᾶν ὅσον ἄφθαρτον ἐξ ἀνάγκης τοῦτο καὶ ἀγένητον εἶναι διορισμοῦ δεῖταί τινος, ἵν' ἑτοίμως αὐτὸ δεχώμεθα· τίς οὖν ὁ διορισμός; ἐν τῷ διελέσθαι, πῶς ἄφθαρτον εἶναι τόδε τι συγχωρεῖται, πότερον ὡς οὐδὲ τὸν λόγον ὅλως ἐπιδεχόμενον τῆς φθορᾶς, οἷον τὸ τελείως ἁπλοῦν ἐστιν καὶ ἀπαθές, ἢ ὡς ἐπισκευαστῆς τῆς ἀθανασίας τετυχηκός, οἷόν τι δοκεῖ καὶ περὶ τῶν θεῶν ἐν Τιμαίῳ λέγειν ὁ Πλάτων, ἐν οἷς πεποίηκεν τὸν πρῶτον θεὸν αὐτοῖς διαλεγόμενον· ἔστιν δ' ἡ ῥῆσις ἥδε ‘ἐπείπερ γεγόνατε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδὲ