Ancient Greek · ~5 min
Page 599
Joannes Philoponus Phil., De aeternitate mundi 599
Not analysed yet
σίαν χαριζόμενον, οἰχήσεται πάντως ἑαυτὸν συνέχειν ἐς ἀεὶ μὴ δυνάμενος. ὥστε, κἂν λέγῃ Πλάτων, ὡς τὰ ὑπὸ τοῦ δημιουργοῦ γινόμενα ἀθάνατά ἐστιν καὶ ἀνώλεθρα, τῷ εἰρημένῳ φησὶν τρόπῳ ἀθάνατα αὐτὰ διαμένειν, διότι μόνῳ τῷ βούλεσθαι διακρατοῦντος τὸ πᾶν τοῦ δημιουργήσαντος ἀνάγκη πᾶσα τῆς βουλήσεως ἀκινήτου μενούσης καὶ αὐτὰ μένειν ἀθάνατα ἐπίκτητον ἐκ τῆς βουλήσεως τοῦ θεοῦ καὶ οὐκ ἐκ τῆς ἰδίας φύσεως τὸ ἀθάνατον ἔχοντα. ταῦτα δὲ οὕτω λέγειν ἡμᾶς τὴν Πλάτωνος ἐξηγουμένους διάνοιαν ἀνάγκη, εἰ μὴ τῷ ὄντι εἰς ἀντίφασιν τὸν Πλάτωνα περιάγειν βουλοίμεθα· ἔφθη γὰρ εἰπὼν ‘ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν.’ πῶς οὖν ἐγχωρεῖ λέγειν τοὺς αὐτοὺς καὶ ἀθανάτους εἶναι καὶ οὐκ ἀθανάτους καὶ λυτοὺς καὶ οὐ λυτούς, εἰ μὴ τὸ μὲν τῇ φύσει τὸ δὲ τῇ τοῦ θεοῦ βουλήσει παρέξομεν; εʹ. Ἱκανῶς μὲν οὖν οἶμαι τοῖς μὴ πάντῃ φιλονείκοις καὶ ἀπηρυθριακόσιν πρὸς τὴν ἀλήθειαν ὁ λόγος ἀπέδειξεν, ὡς οὔτε πᾶν ἁπλῶς τὸ ἄφθαρτον ἀγένητον ἀλλ', εἴπερ ἄρα, τὸ φύσει, οὔτε Πλάτων φύσει ἄφθαρτον εἶναι τὸν κόσμον οἴεται καὶ διὰ τοῦτο οὐδὲ ἀγένητον. εἰ δὲ δεῖ καὶ μαρτυρίαις ἀξιοπίστων ἀνδρῶν βεβαιῶσαι τὸν λόγον, εἴ τῳ δοκεῖ Γαληνὸς ἀξιόπιστος εἶναι τούτων μάρτυς, ἀνὴρ φυσικώτατός τε καὶ οὐδὲν ἧττον τῆς ἰδίας ἐπιστήμης τὰ κατὰ φιλοσοφίαν ἠκριβωκὼς θεωρήματα, παρίτω τῷ