Ancient Greek · ~5 min
Page 602
Joannes Philoponus Phil., De aeternitate mundi 602
Not analysed yet
τὸν τὸ ἄτακτον. εἰ οὖν τὸ ἄτακτον, φησίν, ἀγένητόν ἐστιν καὶ φθαρτόν, τὸ δὲ τεταγμένον γενητὸν καὶ ἄφθαρτον, κρεῖττον δὲ τὸ ἀγένητον τοῦ ἀφθάρτου, ὡς ἔδειξεν (ἐπεὶ καὶ ἡ γένεσις κρείττων τῆς φθορᾶς), ἐκ τοῦ κρείττονος ἄρα τοῦ ἀγενήτου τὸ χεῖρον τὸ γενητὸν καὶ ἄφθαρτον ὁ δημιουργὸς ἐποίησεν. περὶ μὲν οὖν τῆς Πλάτωνος ὑποθέσεως εἴρηται. καὶ οὕτω δὲ φίλως ἐχούσης τῆς ὑποθέσεως λέγεται μᾶλλον ἦν ἐντεῦθεν εὐλογώτερον συλλογίσασθαι, ὡς, εἴπερ πᾶν τὸ φθαρτὸν γενητόν ἐστιν, ὡς αὐτὸς ἔδειξεν, φθαρτὸν δὲ κατὰ Πλάτωνα τὸ ἄτακτον, καὶ γενητὸν ἄρα. εἰ δὲ καὶ γενητὸν καὶ φθαρτόν, χεῖρον ἔσται τοῦ τεταγμένου γενητοῦ καὶ ἀφθάρτου ὄντος. ἀλλὰ εἰ γενητόν, φησίν, τὸ ἄτακτον, ἐκ τοῦ τεταγμένου γέγονεν. πρῶτον μὲν οὐκ ἀνάγκη, εἴ γε πολλάκις ἐδείξαμεν, ὡς οὐ πάντως ἐξ ὄντος τὰ γινόμενα γίνεται. ἔπειτα εἰ καὶ τοῦθ' οὕτως εἶχεν, οὐ νῦν ζητοῦμεν, τί ἕπεται τῇ ὑποθέσει τῇ λεγούσῃ γενητὸν εἶναι τὸ ἄτακτον, ἀλλὰ τί ἕπεται τῷ εἶναι τὸ ἄτακτον φθαρτὸν ἐκ τῶν Πλάτωνος ὑποθέσεων. εἰ οὖν τῷ φθαρτῷ τὸ γενητὸν ἕπεται κατὰ Πλάτωνα, φθαρτὸν δὲ κατ' αὐτὸν τὸ ἄτακτον, καὶ γενητὸν ἄρα κατ' αὐτὸν ἔσται· οὐδαμοῦ γὰρ ἀγένητον αὐτὸ εἶναι λέγει. εἰ δὲ ὁ Πρόκλος ἀγένητον ἐξ ἀνάγκης ἀπαιτήσει εἶναι τὸ ἄτακτον, ἐναργῶς δὲ αὐτὸ φθαρτὸν εἶναι βούλεται Πλάτων (τὸ γὰρ πλημμελῶς, φησίν, καὶ ἀτάκτως κινούμενον εἰς