Ancient Greek · ~6 min
Page 603
Joannes Philoponus Phil., De aeternitate mundi 603
Not analysed yet
τάξιν ἤγαγεν ἐκ τῆς ἀταξίας), ἐνδέχεται τὶ ἄρα ἀγένητον ὂν φθαρτὸν εἶναι, εἴ γε τὸ μὲν ὁ Πρόκλος δέδωκεν τὸ ἀγένητον, τὸ δὲ Πλάτων τὸ φθαρτόν. τί οὖν κωλύει καὶ τὸ τεταγμένον γενητὸν μὲν εἶναι ἄφθαρτον δέ; ἄλλως τε εἰ καὶ τὸ ἀγένητον τοῦ ἀφθάρτου κρεῖττον καὶ τὸ ἄτακτον ἀγένητον εἶναι συγχωρήσωμεν, ἀλλά γε καὶ τὸ ἄφθαρτον τοῦ φθαρτοῦ κρεῖττόν ἐστιν. ὥστε καὶ τὸ τεταγμένον ἄφθαρτον ὂν κατὰ Πλάτωνα κρεῖττόν ἐστιν κατὰ τοῦτο τοῦ ἀτάκτου φθαρτοῦ ὄντος. οὐκοῦν κατά τι μὲν ἐκ τοῦ κρείττονος τοῦ ἀγενήτου, κατά τι δὲ ἐκ τοῦ χείρονος τοῦ φθαρτοῦ ἡ τοῦ τεταγμένου ἐστὶν γένεσις καὶ οὐχ ἁπλῶς ἐκ κρείττονος τὸ χεῖρον γεγένηται, ὡς Πρόκλος φησίν. καὶ εἰ τὸ εἶναι τοῦ μὴ εἶναι κρεῖττον, ἐπεὶ καὶ γένεσις φθορᾶς, ὡς αὐτός φησιν, καὶ τὸ μὲν ἄτακτον δυνατὸν ἦν μηκέτι εἶναι φθαρτόν, καίτοι γε ὂν καὶ φθαρέν, τὸ δὲ τεταγμένον ἀδύνατον ἦν μὴ εἶναι ἄφθαρτον ὄν, καὶ ἁπλῶς ἄρα κρεῖττον τὸ τεταγμένον τοῦ ἀτάκτου. ἐκ τοῦ χείρονος ἄρα ἡ τοῦ τεταγμένου γένεσις. ἀλλ' οἶμαι φιλοτιμία μόνον ἐστὶν περιττὴ ἡ τοιαύτη τῶν λόγων στροφή, χρήσιμον δὲ οὐδὲ πραγματειῶδες οὐδὲν ἔχει· ὅθεν ἡμᾶς ἀνάγκη τῶν τοιούτων θᾶττον ἀποπηδᾶν λόγων· καὶ οὐδὲ κινεῖν οἶμαι τὴν ἀρχὴν τὰ τοιαῦτα τὸν φιλόσοφον ἦν εὔλογον. ὅτι δὲ οὐδὲ κακὸς ὁ δημιουργός, εἰ τὸ τεταγμένον φθείροι, ἐν τῷ ϛʹ διὰ πλειόνων ἐδείξαμεν. ἔσονται δὲ οὕτω καὶ οἱ ἐγκόσμιοι θεοὶ κακοὶ τὰ μερικὰ τε-