Ancient Greek · ~5 min
Page 610
Joannes Philoponus Phil., De aeternitate mundi 610
Not analysed yet
αὐτὸ δεῖ φυλάττοντας καὶ περὶ τὸν δημιουργὸν ὡσαύτως φυλάττειν ἢ ἀφ' ἑνὸς ἀθετοῦντας μηδ' ἐπὶ τῶν ἄλλων ἔχειν τὸ πιστόν." Κεφάλαια τῆς λύσεως τοῦ ιηʹ λόγου. αʹ. Ὅτι ταυτολογεῖ ἐν τούτοις ὁ Πρόκλος τοῖς αὐτοῖς ἐπιχειρήμασιν χρώμενος, οἷς ἤδη ἐν τῷ τετάρτῳ καὶ ἐνάτῳ καὶ πεντεκαιδεκάτῳ λόγῳ ἐχρήσατο. βʹ. Σύντομος ὑπόμνησις τῶν ἐν τῷ τετάρτῳ καὶ ἑξκαιδεκάτῳ λόγῳ εἰρημένων, ὅτι οὐδεμία κίνησις ἢ ἀλλοίωσις περὶ τὸν θεὸν νοεῖται ἐκ τοῦ τὰ δημιουργήματα ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. γʹ. Ὁμοίως τῶν ἐν τῷ πεντεκαιδεκάτῳ λόγῳ εἰρημένων σύντομος ἐπανάληψις, ὅτι σῴζει ὁ κόσμος κατὰ Πλάτωνα τὴν πρὸς τὸ αἰώνιον αὐτοῦ παράδειγμα ὁμοίωσιν, κἂν ἀρχὴν τοῦ εἶναι ἔχοι ὁ χρόνος. καὶ ὅτι ὁ Πλάτων φθαρτὸν εἶναι τῷ οἰκείῳ λόγῳ τῆς φύσεως καὶ τὸν χρόνον καὶ τὸν κόσμον βουλόμενος φυσικώτατα ἀρχὴν αὐτοῖς τοῦ εἶναι ἔδωκεν. δʹ. Ὅτι αὐτῷ τῷ Πλάτωνι ἀντιφθέγγεται ὁ Πρόκλος, ἐν οἷς φησιν ‘οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ὁ Πλάτων ἄλλοτε ἄλλως ἔχειν’. εʹ. Ὅτι ἑαυτῷ μαχόμενα ὑπέθετο ὁ Πρόκλος. ϛʹ. Ὅτι καὶ τῇ φύσει τῶν πραγμάτων ἡ τοιαύτη ὑπόθεσις μάχεται. ζʹ. Ὅτι ἐξ ὧν καὶ Πλάτων καὶ Πρόκλος συγκεχωρήκασιν, ἀδύνατον θεὸν εἶναι τὸν κόσμον. καὶ ὅτι τῇ