Ancient Greek · ~6 min
Page 609
Joannes Philoponus Phil., De aeternitate mundi 609
Not analysed yet
τεταγμένος, ποτὲ οὖν ἄτακτός ἐστιν, πολλῷ πρότερον κατὰ ἀλήθειαν ἐκεῖνος πάρεστίν ποτε καὶ ἄπεστιν· οὐ γὰρ τῷ τετάχθαι τοῦτον ἢ ἄτακτον εἶναι τὸ ἀπεῖναι ἢ παρεῖναι ἠκολούθησεν ἀλλά γε ἀνάπαλιν. ὥστε ἔσται πρότερον ἐκεῖνο ἀληθές, ᾧ τοῦτο ἀκολουθεῖν ἠνάγκασται. εἰ οὖν ἀδύνατον τοῦτο, διότι ὁ θεὸς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, καὶ τὸν κόσμον ἀδύνατον ἄτακτον εἶναί ποτε καὶ τεταγμένον· τὸ γὰρ τῷ ἀδυνάτῳ ἀκολουθοῦν ἐξ ἀνάγκης ἀδύνατον, εἴπερ καὶ τὸ τῷ δυνατῷ δυνατόν φασιν οἱ διαλεκτικοὶ νόμοι. δυνατοῦ οὖν τεθέντος τὸν κόσμον ἄτακτον εἶναί ποτε καὶ τεταγμένον δυνατὸν ἔσται καὶ τὸν θεὸν ἀπεῖναι τοῦ κόσμου ποτὲ καὶ παρεῖναι πάλιν. εἰ οὖν τοῦτο ἀδύνατον, καὶ ἐκεῖνο ἀδύνατον. ἀεὶ ἄρα καὶ ὁ κόσμος τέτακται καὶ ἐκεῖνος τῷ κόσμῳ πάρεστιν, καὶ οὔτε ἐξ ἀτάκτου ἐτάχθη (οὐδὲ γὰρ ἐκεῖνος μὴ παρὼν αὖθις πάρεστιν) οὔτε ἐκ τεταγμένου ἄτακτος ἔσται (οὔτε γὰρ ἐκεῖνος οὐ παρὼν αὖθις οὐ πάρεστιν). καὶ ἴση ἀνάγκη κατὰ Πλάτωνα τόν τε κόσμον γενητόν τε εἶναι καὶ φθαρτὸν καὶ μὴ εἶναι τῶν θειοτάτων, οἷς προσήκει τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, τὸν τοῦ κόσμου δημιουργόν. εἰ οὖν δεῖ περὶ ἐκεῖνον εὐσεβῶς διακεῖσθαι, δεῖ καὶ περὶ τοῦτον, ἢ πλημμελοῦντες περὶ τοῦτον καὶ περὶ ἐκεῖνον πολλῷ πρότερον ἐσόμεθα πλημμελεῖς καὶ οὐ περὶ ἐκεῖνον μόνον ἀλλὰ καὶ περὶ πᾶν τὸ θεῖον· εἰ γὰρ κοινὸν αὐτοῖς πᾶσιν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ἢ ἐπὶ πάντων