Ancient Greek · ~5 min
Page 616
Joannes Philoponus Phil., De aeternitate mundi 616
Not analysed yet
πάλιν ἐν ἐκείνοις καί, ὅτι ἡ δοκοῦσα κίνησις ἐν ἡμῖν καὶ ἀλλοιοτέρα διάθεσις γίνεσθαι, ὁπηνίκα τὰς ἕξεις πρότερον ἔχοντες αὖθις κατ' αὐτὰς ἐνεργῶμεν (ὡς ὅταν μὴ διδάσκοντες πρότερον αὖθις διδάσκωμεν ἢ <μὴ> οἰκοδομοῦντες οἰκοδομῶμεν), οὐ περὶ τὸ τὴν ἕξιν ἔχον τὴν ψυχὴν ἀλλὰ περὶ τὸ ὀργανικὸν τὸ σῶμα γίνεται. τοῦ οὖν θεοῦ μόνῳ τῷ βούλεσθαι ποιοῦντος ἅπαντα οἴχεται ἐκεῖθεν καὶ ἡ ἐν ἡμῖν ἀλλοιοτέρα γινομένη τοῦ ὀργάνου διάθεσις. μήτε οὖν τῆς ἕξεως κινουμένης μήτε ὀργάνου ὄντος τοῦ τὴν κίνησιν ὑπομένοντος κατ' οὐδὲν ἄρα μεταβάλλειν τὸν θεὸν ἐνδέχεται καὶ ἄλλοτε ἄλλον γίνεσθαι, κἂν μὴ ἀεὶ δημιουργῇ ἀλλ' ἀρχὴν τῇ δημιουργίᾳ δίδωσιν. ἐδείξαμεν δὲ καί, ὅτι οὐδ' ὅλως ἕξις ἐπὶ θεοῦ διαφέρει καὶ ἐνέργεια ἀλλ' ἁπλῆ τίς ἐστιν καὶ ἀεὶ ὡσαύτως ἔχουσα ἡ τοῦ θεοῦ δημιουργικὴ δύναμις, μόνῳ δὲ τῷ βούλεσθαι εἰς τὸ εἶναι παράγειν τὰ πάντα δύναται τῆς τῶν γενητῶν φύσεως καὶ τὸ εἶναι καὶ τὸ ἀγαθὸν ἐπιδεχομένης, καὶ ὅτι καὶ αὐτὴ ἡ βούλησις τοῦ θεοῦ ἁπλῆ τίς ἐστιν καὶ ἀεὶ ὡσαύτως ἔχουσα (ἀεὶ γὰρ τὸ ἀγαθὸν βούλεται, κἄν τε παράγῃ εἰς οὐσίωσιν τὰ πράγματα κἄν τε μή) καὶ ὅτι, κἂν βούλεσθαί τις τὸ αὐτὸ κἂν μὴ βούλεσθαι τὸν θεὸν συγχωρήσειεν, οὐ κίνησις τοῦτό ἐστιν οὐδὲ ἀλλοίωσις· εἰ γὰρ τοῦτο κίνησις εἴη, ἀεὶ ἐν κινήσει ὁ θεὸς ἔσται, εἴ γε τῶν μερικῶν ἕκαστον ποτὲ μὲν βούλεται εἶναι ποτὲ δὲ