Ancient Greek
Page 617
Joannes Philoponus Phil., De aeternitate mundi 617
Not analysed yet
βούλεται μὴ εἶναι, ἀεὶ δὲ τῶν μερικῶν ἄλλα μὲν γίνεται, ἄλλα δὲ φθείρεται. εἰ μὲν οὖν ἀνάγκη διὰ τὸ ποτὲ μὲν εἶναι τὸν κόσμον ποτὲ δὲ μὴ εἶναι καὶ τὴν τοῦ θεοῦ περὶ αὐτὸν βούλησιν ἄλλοτε ἄλλην εἶναι, τὸ δὲ περὶ τοῦ αὐτοῦ ἄλλοτε ἄλλο βούλεσθαι κινεῖσθαί ἐστιν καὶ ἀλλοιοῦσθαι, ἀεὶ τὸν θεὸν ἀλλοιοῦσθαί τε καὶ κινεῖσθαι λέγειν ἀναγκασθησόμεθα, εἴπερ τῶν μερικῶν ἕκαστον ποτὲ μὲν εἶναι βούλεται ποτὲ δὲ μὴ εἶναι. ἀλλ' ἐδείξαμεν, ὅτι οὐχ, ὡς τὰ γινόμενα ἔχει, οὕτως καὶ τὸν δημιουργὸν αὐτῶν θεὸν ἔχειν ἀνάγκη· ἀλλ' ὥσπερ οὐκ, ἐπειδὴ τὰ γινωσκόμενα ἢ προνοούμενα μεριστά ἐστιν καὶ πεπληθυσμένα καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ οὐκ ὄντα, διὰ τοῦτο καὶ τὴν τοῦ θεοῦ περὶ αὐτὰ πρόνοιαν καὶ γνῶσιν ἢ μεριστὴν εἶναι ἢ πεπληθυσμένην ἢ ἄλλοτε ἄλλην ἀνάγκη, ἀλλ' ὅτι ἀμερίστως περὶ τὰ μεριστὰ ἐνεργεῖ καὶ περὶ τὰ πεπληθυσμένα ἑνοειδῶς καὶ περὶ τὰ ἄλλοτε ἄλλως ἔχοντα ἀεὶ ὡσαύτως, οὕτω δὴ καὶ τὴν περὶ τοῦ εἶναι αὐτὰ ἢ μὴ εἶναι τοῦ θεοῦ βούλησιν οὐκ ἄλλοτε ἄλλην εἶναι λέγειν ἀνάγκη ἀλλὰ ἀεὶ ὡσαύτως ἔχειν ἀεὶ τἀγαθὸν εἶναι βουλομένην· ἀγαθὸν δὲ τὸ ἕκαστον ὡς πέφυκεν καὶ ὅτε πέφυκεν εἶναι. ταῦτα τοίνυν καὶ ἐν τῷ δʹ καὶ ἐν τῷ ιϛʹ αὐτοί τε ἐδείξαμεν καὶ αὐτὸν Πρόκλον καὶ Πλωτῖνον παρεθέμεθα λέγοντας· καὶ ἄλλαις δὲ πλείοσιν ἐν ἐκείνοις ἐπιχειρήσεσιν ἐχρησάμεθα, ἃς ἐκεῖθεν τὸν βουλόμενον ἀναλέγεσθαι δεῖ, περὶ τοῦ μηδεμίαν περὶ τὸν θεὸν μεταβολὴν γίνεσθαι, κἂν τὰ γινόμενα ποτὲ μὲν ᾖ ποτὲ δὲ μὴ ᾖ.