Ancient Greek · ~6 min
Page 623
Joannes Philoponus Phil., De aeternitate mundi 623
Not analysed yet
νον μὲν τῇ παρουσίᾳ, τῇ ἀπουσίᾳ δὲ ἄτακτον, πρόδηλον, ὅτι τὸ ἐν τῇ αὐτῇ μένειν τάξει οὐκ οἴκοθεν ἔχειν αὐτὸν βούλεται Πλάτων ἀλλ' ἐκ τῆς τοῦ θεοῦ παρουσίας· εἰ γὰρ οἴκοθεν εἶχεν τὸ ἐν ταὐτῷ μένειν, κἂν κατ' ἐπίνοιαν ἀπῆν τοῦ θεοῦ ὁ κόσμος, οὐδὲν ἧττον ἐν ταὐτῷ τεταγμένος ἔμενεν. εἰ οὖν τὸ μὲν τεταγμένον ὥρισται καὶ ὡσαύτως ἔχει κατὰ τὸ τετάχθαι, ἕως ἂν ᾖ τεταγμένον, τὸ δὲ ἄτακτον ἀόριστον ὂν οὐδέποτε ἐν ταὐτῷ μένει (οὐ γὰρ ἂν ἦν ἄτακτον, εἰ ὅρον καὶ ταυτότητα ἐφύλαττεν), ἔχει δὲ ὁ κόσμος τὴν τάξιν ἐκ τῆς τοῦ θεοῦ ἐπιστασίας, στερηθεὶς δὲ ταύτης εἰς ἀταξίαν καθίσταται οὐ τοῦ θεοῦ ποιητικοῦ αἰτίου τῆς ἀταξίας ὄντος ἀλλ' αὐτὸ μόνον μὴ τάττοντος, αὐτὸς δηλονότι τὸ μὲν ὡσαύτως ἔχειν ἐκ τοῦ θεοῦ ἔχει (ταὐτὸν γάρ ἐστιν τοῦτο τῷ τετάχθαι), τὸ δὲ ἄλλοτε ἄλλως ἐκ τῆς ἰδίας φύσεως· τοῦτο γὰρ πάλιν τῇ ἀταξίᾳ ταὐτὸν εἶναι δέδεικται. ὥστε ἡ μὲν παρουσία τοῦ θεοῦ τῆς τάξεως καὶ τῆς ἐν ταὐτῷ μονῆς ποιητικόν ἐστιν αἴτιον, ἡ δὲ ἀπουσία, εἴπερ ἄρα, κατὰ συμβεβηκὸς τῆς ἀταξίας ἐστὶν αἰτία, καθ' αὑτὸ δὲ αὐτὴ ἡ τοῦ κόσμου μᾶλλον δὲ ἡ τοῦ σώματος φύσις, ὡς καὶ τοῦ ναυαγίου τῆς νεὼς κατὰ συμβεβηκὸς μὲν ἡ τοῦ κυβερνήτου ἀπουσία, καθ' αὑτὸ δὲ ἡ τοῦ κλύδωνος φύσις αἰτία τὸ σταθερὸν κατὰ φύσιν οὐκ ἔχουσα. ὥστε καὶ δι' αὐτῆς ταύτης τῆς ἐν πολιτικῷ ὑποθέσεως τὰς περὶ τοῦ γενητὸν εἶναι καὶ φθαρτὸν κατὰ φύσιν τὸν κόσμον οἰκείας