Ancient Greek
Page 622
Joannes Philoponus Phil., De aeternitate mundi 622
Not analysed yet
Πλάτωνος, ἐν οἷς φησιν ‘οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ἄλλοτε ἄλλως ἔχειν ὡς δι' ἑαυτὸν ἔχοντα τὸ ἄλλοτε ἄλλως, ὅπερ ἐστὶν ἐπὶ τῶν μερικῶν, ἀλλὰ διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν καὶ τὸν κόσμον ἢ ἄτακτον εἶναι ἢ τεταγμένον’; εἰ γὰρ καὶ ὡς ἐν ὑποθέσει ἐν πολιτικῷ παρεῖναι τῷ κόσμῳ τὸν θεὸν καὶ ἀπεῖναι λέγει ὁ Πλάτων, ἀλλ' οὖν γε ἄνευ πάσης ὑποθέσεως αὐτὸ καθ' αὑτὸ τὸ ἀεὶ ὂν ὡρίσατο καὶ ἐν τῷ Τιμαίῳ καὶ ἐν πολιτικῷ φήσας αὐτὸ νοητόν τε εἶναι καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ὁμοίως δὲ καὶ τὸ ὁρατὸν γινόμενον εἶναι καὶ ἀπολλύμενον καὶ διὰ παντὸς μεταβολῆς ἄμοιρον εἶναι ἀδύνατον. εἰ οὖν αὐτὸ κατὰ τὴν ἑαυτοῦ φύσιν πᾶν τὸ ὁρατὸν ἐν μεταβολῇ τὸ εἶναι ἔχειν ὡρίσατο, οὐκ ἄρα διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν διὰ τοῦτο καὶ τὸν κόσμον ἄλλοτε ἄλλως ἔχειν φησὶν ὁ Πλάτων, ὡς ὁ Πρόκλος εἴρηκεν, ἀλλὰ καὶ τοῦ θεοῦ ἀεὶ ὡσαύτως ἔχοντος αὐτὸν κατὰ τὴν ἑαυτοῦ φύσιν τὸν κόσμον ἅτε σώματος κεκοινωνηκότα γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον καὶ μεταβολῆς ἄμοιρον εἶναι διὰ παντὸς ἀδύνατον. καίτοι γε θαυμαστόν, πῶς οὐ συνεῖδεν ὁ φιλόσοφος ἢ ἑκὼν παρεπέμψατο, ὡς καὶ ἐξ αὐτῶν τούτων, ὧν ἐν τῷ πολιτικῷ παρήγαγεν λέγοντα Πλάτωνα, σαφῶς δείκνυται, ὡς ὁ κόσμος οὐ διὰ τὸν θεόν, ὥς φησιν Πρόκλος, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν ἄλλοτε ἄλλως ἔχειν λέγεται· εἰ γὰρ τῇ παρουσίᾳ τοῦ θεοῦ καὶ τῇ ἀπουσίᾳ ἄλλοτε ἄλλως ἔχειν τὸν κόσμον ὁ Πλάτων ὑπέθετο, τεταγμέ-