Ancient Greek · ~5 min
Page 627
Joannes Philoponus Phil., De aeternitate mundi 627
Not analysed yet
οῦτον ὄν’. πάλιν ὁ αὐτὸς ἐν τοῖς ἑξῆς ‘ἐπειδὴ γὰρ τὸ μὲν πᾶν πεπερασμένον, τὸ δὲ πεπερασμένον ἄπειρον οὐκ ἔχει δύναμιν, ὡς ἔδειξεν, τὸ δὲ κινοῦν τὴν ἄπειρον κίνησιν ἀπείρῳ δυνάμει κινεῖ, δηλονότι τὸ ἀκίνητον <αἴτιον> τῆς ἀπείρου τῷ παντὶ κινήσεως αὐτὸ τὴν ἄπειρον ἔχει δύναμιν. ὥστε εἰ τῷ λόγῳ χωρίσῃς ἐκείνου τὸ πᾶν, οὐ κινήσεται εἰς ἄπειρον οὐκ ἔχον δύναμιν ἄπειρον, ἀλλ' ἕξει τοῦ κινεῖσθαι παῦλαν· ἐὰν δὲ πάλιν συνάψῃς αὐτὸ ἐκείνῳ, δι' ἐκεῖνο κινήσεται εἰς ἄπειρον. καὶ οὐδέν γε ἄτοπον δι' ἐπινοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς ἑαυτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως, εἰ ὅσον ἐφ' ἑαυτῷ τὸ ἀεὶ εἶναι οὐκ ἔχει ὁ κόσμος ἀλλὰ γινόμενος ὢν καὶ ἀπολλύμενος ὄντως δὲ μηδέποτε ὢν ἐν μεταβολῇ καὶ ἀλλοιώσει τὸ εἶναι ἔχει. καὶ τοῦτο μὲν ἐκ τῆς αὐτοῦ φύσεως αὐτῷ πρόσεστιν, τὸ δὲ ἀεὶ εἶναι ἐπίκτητον αὐτῷ ἐκ τῆς πρὸς τὸ κρεῖττον καὶ ἀεὶ ὂν ἐπιγίνεται συντάξεως’. εἰ ταῦτα καλῶς καὶ Πλάτωνί τε καὶ αὐτῷ τῷ Πρόκλῳ δοκούντως ἐν τῷ μνημονευθέντι εἴρηται λόγῳ, πῶς ἐνταῦθα τούτοις τὰς ἐναντίας ἀφῆκεν φωνάς, ἐν οἷς φησιν ‘οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ἄλλοτε ἄλλως ἔχειν ὡς δι' ἑαυτὸν ἔχοντα τὸ ἄλλοτε ἄλλως, ὅπερ