Ancient Greek · ~6 min
Page 628
Joannes Philoponus Phil., De aeternitate mundi 628
Not analysed yet
ἐστὶν ἐπὶ τῶν μερικῶν, ἀλλὰ διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν καὶ τὸν κόσμον ἄτακτον ἢ τεταγμένον εἶναι’; εἰ γὰρ μὴ δι' ἑαυτὸν ὁ κόσμος ἄλλοτε ἄλλως ἔχῃ, ὥσπερ τὰ μερικά, ἀεὶ δὲ ὡσαύτως ἔχει κατ' αὐτούς, εἴπερ ἀίδιός ἐστιν καὶ ἀεὶ τέτακται, δι' ἑαυτὸν ἄρα ἕξει τὸ ἀεὶ ὡσαύτως ἔχειν. ἀλλὰ μὴν προωμολόγησεν ἐν τῷ μνημονευθέντι λόγῳ ὁ Πρόκλος, ὅτι ὅσον ἐφ' ἑαυτῷ τὸ ἀεὶ εἶναι οὐκ ἔχει καὶ τοῦτο ἐκ τῆς αὐτοῦ φύσεως αὐτῷ πρόσεστιν. ὁ αὐτὸς ἄρα κόσμος ἐκ τῆς αὑτοῦ φύσεως καὶ τὸ ἀεὶ εἶναι ἕξει καὶ τὸ ἀεὶ εἶναι οὐχ ἕξει, ὅπερ ἀδύνατον· συναληθεύσει γὰρ ἡ ἀντίφασις. εἰ τοίνυν ἐκεῖνα καλῶς εἴρηται καὶ Πλάτωνι δοκούντως, ὅτι κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ κόσμος τὸ ἀεὶ εἶναι οὐκ ἔχει ἀλλ' ἐπίκτητον ἐκ τοῦ δημιουργοῦ τοῦτο προσείληφεν, κακῶς ἄρα ἐν τῷ προκειμένῳ λόγῳ μὴ οἴκοθεν αὐτῷ προσεῖναι τὸ ἄλλοτε ἄλλως ἔχειν ὁ Πρόκλος εἴρηκεν. ὅτι δὲ καὶ ὁ Πλάτων τῇ ἀπουσίᾳ καὶ τῇ παρουσίᾳ τοῦ θεοῦ τὸ τετάχθαι ἢ ἄτακτον εἶναι τὸν κόσμον ὑποτιθέμενος οὐδὲν ἕτερον ἢ πάλιν τὰ ἐν Τιμαίῳ εἰρημένα ἐπισφραγίζει, ὡς ὅτι ὁ κόσμος τὸ μὲν ἐν μεταβολῇ εἶναι καὶ μὴ ἀεὶ ὡσαύτως ἔχειν ἐκ τῆς ἰδίας αὑτοῦ φύσεως κέκτηται, τὸ δὲ ἐς ἀεὶ εἶναι ἐκ τῆς πρὸς τὸν θεὸν αὐτῷ συντάξεως ἐπιγίνεται, ἐξ αὐτῶν ἀρτίως τῶν Πλάτωνος λέξεων ἀπεδείξαμεν. ὥστε μετὰ τῆς ἀληθείας καὶ ἑαυτῷ καὶ Πλάτωνι πολεμῶν ὁ τοῦ Πλάτωνος διάδοχος ἀποδέδεικται.