Ancient Greek
Page 629
Joannes Philoponus Phil., De aeternitate mundi 629
Not analysed yet
ϛʹ. Καὶ αὐτόθεν δ' ἄτοπος ἡ τοιαύτη ὑπόθεσις. εἰ γὰρ μὴ δι' ἑαυτὸν ἔχῃ ὁ κόσμος τὸ ἄλλοτε ἄλλως ἔχειν, ὥσπερ τὰ μερικὰ καὶ τοῦ θεοῦ ὡσαύτως ἔχοντος ἐκ τῆς οἰκείας φύσεως ἔχει τὸ ἄλλοτε ἄλλως ἔχειν, ἀλλ' ἐκ τῆς πρὸς τὸν θεὸν σχέσεως ἄλλοτε ἄλλως ἔχει ὁ κόσμος, πότερον αὐτὸς κατὰ τὴν ἑαυτοῦ φύσιν ἐπινοούμενος ὁ κόσμος ἄνευ τῆς πρὸς τὸν θεὸν σχέσεως τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἐστὶν ἢ τῶν ἄλλοτε ἄλλως ὥσπερ τὰ μερικά; εἰ γὰρ καὶ μηδέποτε χωρισθῆναι τοῦ κόσμου τὸν θεὸν ἐνδέχεται, ἕως ἂν ᾖ ὁ κόσμος, οὐδέν γε ἄτοπον, ὅπερ αὐτὸς ὁ Πρόκλος ἀρτίως εἴρηκεν, καὶ τὰ ἅμα ὄντα χωρίζειν τῇ ἐπινοίᾳ, ἵνα κατίδωμεν, τί μὲν ἐκ τῆς ἑαυτοῦ φύσεως ἑκάστῳ πρόσεστιν, τί δὲ ἐκ τῆς πρὸς τὸ κρεῖττον συντάξεως· ὅπερ καὶ ὁ Πλάτων ἐν τῷ πολιτικῷ πεποίηκε τὸν θεὸν κατ' ἐπίνοιαν τοῦ κόσμου χωρίσας καὶ τὰ συμβαίνοντα τῷ κόσμῳ ἐκ τῆς αὐτοῦ φύσεως κατανοήσας. ἐπεὶ οὖν οὐκ ἄτοπον τὸ τοιοῦτον, ἐπινενοήσθω ἡμῖν αὐτὸς καθ' ἑαυτὸν ἄνευ τοῦ θεοῦ ὁ κόσμος. πότερον οὖν αὐτὸς κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ἀεὶ ὡσαύτως εἶναι ἔχει ἢ τὸ ἀντικείμενον, λέγω δὴ τὸ ἄλλοτε ἄλλως; ἀνάγκη γὰρ τῶν δύο δοῦναι τὸ ἕτερον, ὅσον ἐπὶ ταῖς σοφαῖς ταύταις ὑποθέσεσιν· εἰ γὰρ τὰ μερικά, ὥς φησιν ὁ Πρόκλος, αὐτὰ ἐκ τῆς ἑαυτῶν ἔχει φύσεως τὸ ἄλλοτε ἄλλως ἔχειν, ἀνάγκη καὶ ἐπὶ τοῦ κόσμου ζητεῖν, ποῖον αὐτῷ μόριον τῆς ἀντιφάσεως ἐκ τῆς αὐτοῦ πρόσεστιν φύσεως· ἢ γὰρ τὸ ἀεὶ ὡσαύτως ἔχειν ἢ τὸ μὴ ἀεὶ ὡσαύτως ἔχειν ἀλλ' ἄλλοτε ἄλλως.