Ancient Greek · ~5 min
Page 632
Joannes Philoponus Phil., De aeternitate mundi 632
Not analysed yet
Πλάτων τῇ τῶν ποιητῶν συνηθείᾳ μυθικώτερον ἀκολουθήσας θεὸν αὐτὸν εἴρηκεν· πάντα γὰρ οἱ ποιηταὶ τὰ ὄντα θεοπεποιήκασιν, καὶ οὐ μόνον πῦρ καὶ γῆν καὶ τὰ λοιπὰ στοιχεῖα ἀλλὰ καὶ αὐτὰ τὰ ἀνθρώπινα πάθη καὶ ἔργα, τὸν πόλεμον, τὴν ἔριν, τὸν φόβον, τὰς λιτάς (‘καὶ γάρ τε λιταί εἰσιν Διὸς κοῦραι μεγάλοιο’), τὴν ἄτην, τὸν ὅρκον, τὸν ὕπνον, τὴν χαράν, τὴν ἐπιθυμίαν, τὸν ἔρωτα, καὶ πάντα ἁπλῶς ἀγαθά τε καὶ τὰ χείρονα, ὡς ἴσασιν, ὅσοι τὰ τῶν ποιητῶν διεληλύθασιν· ἔτι δὲ καὶ γενέσεις μὲν ἡμῖν θεῶν ἁπάντων παραδεδώκασιν, φθορὰς δὲ οὔ· τί οὖν θαυμαστὸν καὶ Πλάτωνα γεγονέναι μὲν μὴ φθείρεσθαι δὲ τὸν κόσμον εἰπόντα θεὸν αὐτὸν τῇ ποιητικῇ συνηθείᾳ προσαγορεύειν; ηʹ. Ὅτι δὲ πολλαχοῦ τῇ ἰδίᾳ διδασκαλίᾳ Πλάτων καὶ τοὺς ποιητικοὺς συναναμίγνυσι μύθους οὐ μόνον αὐτὸς μυθοπλαστῶν ἀλλὰ καὶ τοῖς τῶν ποιητῶν μύθοις ὡς λόγοις καὶ οὐχ ὡς μύθοις δι' ἁστινασοῦν αἰτίας χρώμενος, ἴσασιν, ὅσοι τὰ Πλάτωνος ἀνεγνώκασιν· δικάζουσι μὲν γὰρ παρ' αὐτῷ καθ' Ἅιδου τὰς ψυχὰς Διός τε παῖδες, δύο μὲν ἐξ Ἀσίας, ὁ Μίνως καὶ ὁ Ῥαδάμανθυς, εἷς δὲ ἐξ Εὐρώπης, Αἰακός. καὶ οὐκ ἐν Γοργίᾳ μόνον τὰ περὶ τούτων μυθοπλαστῶν εἴρηκεν, ἀλλὰ καὶ ἐν Μίνῳ ἢ περὶ νόμου οὐ μύθους πλάττων ἀλλὰ περὶ νόμου διαλεγόμενος υἱοὺς μὲν εἶναί φησιν Διὸς καὶ Εὐρώπης Μίνωα καὶ Ῥαδάμανθυν τοῖς ποιητικοῖς ἀκολουθῶν πλάσμασιν, ἀγαθὸν δὲ