Ancient Greek · ~5 min
Page 633
Joannes Philoponus Phil., De aeternitate mundi 633
Not analysed yet
τῶν ποτὲ νομοθετῶν γεγονέναι τὸν Μίνωα. καὶ εἰς πίστιν τοῦ γεγονέναι υἱόν τε Διὸς καὶ ἀγαθὸν τὰ Ὁμήρου παραθέμενος ‘τῇσι δ' ἔνι Κνωσός, μεγάλη πόλις· ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής’ καὶ τὴν διάνοιαν τῶν στοιχείων ἐξηγούμενος παιδευθῆναι μέν φησιν ὑπὸ Διὸς τοῦ γεννήσαντος μόνον τῶν ἐξ αὐτοῦ φύντων Μίνωα, συνόμιλον δὲ τοῦ Διὸς ὄντα δι' ἐτῶν ἐννέα φοιτᾶν εἰς τὸ τοῦ Διὸς ἄντρον τὰ μὲν μαθησόμενον τὰ δὲ ἀποδειξόμενον, ἃ τῇ προτέρᾳ ἐννεαετηρίδι μεμάθηκεν. καὶ ἐν τῷ δευτέρῳ τῶν νόμων τὸν τοῦ Διονύσου μῦθον τιθέμενος διαπεφορῆσθαί φησιν τοῦτον πρὸς τῆς μητρυιᾶς Ἥρας τῆς ψυχῆς τὴν γνώμην. καὶ τί δεῖ τὸν λόγον μηκύνειν ἐξαριθμούμενον, ὅσους ὁ Πλάτων τῇ οἰκείᾳ διδασκαλίᾳ ποιητικοὺς μύθους συναναμίγνυσιν οὐχ ὡς μύθοις χρησάμενος; ἐν αὐτῷ γοῦν τῷ Τιμαίῳ, ἐν ᾧ θεὸν εἶναι τὸν κόσμον καὶ τοὺς φαινομένους ἀστέρας ἅπαντας εἴρηκεν, ἥλιον λέγω καὶ σελήνην καὶ τοὺς λοιπούς, ἄκουε ὅπως τὰ τούτοις ἐπισυνῆψεν ἀκόλουθα· ἔχει δὲ ἡ λέξις ὧδε ‘ἀλλὰ ταῦτα ἱκανῶς ἡμῖν ταύτῃ καὶ περὶ θεῶν ἡμῖν ὁρατῶν καὶ γενητῶν εἰρημένα φύσεως ἐχέτω τέλος. περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς,