Ancient Greek
Page 634
Joannes Philoponus Phil., De aeternitate mundi 634
Not analysed yet
πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου Ζεὺς Ἥρα τε καὶ ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους’. εἰ οὖν θεὸν εἶναι τὸν κόσμον ἀκούων παρὰ Πλάτωνος Πρόκλος ἁπλῶς οὕτως ἄνευ τινὸς ἐξετάσεως θεὸν ἀκούειν ἀξιοῖ καὶ διὰ τοῦτο ὡς θεῷ τὴν ἀγενησίαν αὐτῷ χαρίζεται, καίτοι σαφῶς Πλάτωνος γενητὸν αὐτὸν εἰπόντος καὶ πρότερον καὶ νῦν, καὶ τῶν ἑξῆς ἀπεριέργως ἀκουέτω καὶ πιστεύειν ἡμᾶς ἀξιούτω, ὡς θεῶν μὲν ἦσαν υἱοί τε καὶ ἔκγονοι, οὓς ποιηταὶ μεμυθολογήκασιν ἐκ θεῶν φῦναι ἥρωας, ἀκολούθως δὲ καὶ τοὺς ἀνοσίους ἐκείνους γάμους ὑπὸ θεῶν γεγενῆσθαι λεγέτω, ἐξ ὧν οἱ λεγόμενοι θεῶν παῖδες ἐγένοντο, μηδέν τε πολυπραγμονεῖν ἀλλ' ὡς νόμους τὰς ἐκείνων θεολογίας δέχεσθαί τε καὶ πιστεύειν αὐταῖς ἀξιούτω, ἅτε δὴ σαφῶς τοὺς ἑαυτῶν προγόνους εἰδότων ἐκείνων θεούς τε καὶ δαίμονας, οἷς ἀπιστεῖν ἀδύνατον καίπερ ἄνευ εἰκότων